Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.721
Not analysed yet
σαι τὰς χεῖρας, δεδιότας τὸν ἐκ τῆς αὐτοῦ προφητείας προσδοκώμενον βασιλέα, φόβῳ τοῦ μὴ γενέσθαι βασιλεῖ ὑποχειρίους μέλλοντι καταδυναστεύειν αὐτῶν. Τὸν οὖν ταῦτα μαρτυροῦντα περὶ τοῦ τόκου διαχειρίζονται, πρὸς αὐτῷ τῷ θυσιαστηρίῳ τὸν ἱερέα ἱερουργήσαντα[al. codd. ἱερουργήσαντες.] Ναὶ λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ γενεᾶς ταύτης. (A f. 164 b) Εἰ καὶ δεικτικῶς δὲ λέγει, «ἀπὸ τῆς γενεᾶς ταύτης,» οὐχὶ μόνον τάχα που κατασημῆναί φαμεν τοὺς τότε παρόντας καὶ ἀκροωμένους, ἀλλὰ πάντα τὸν φονευτὴν καὶ ὑπὸ τὴν μιαιφονίαν πίπτοντα· συντετάξεται γὰρ τῷ ὁμοίῳ τὸ ὅμοιον, ὡς ἀδελφὸν καὶ ὁμογενές· κατὰ τό· «Αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον.» —»Καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης.» Ἤρατε τὴν κλεῖδα τῆς γνώσεως, αὐτοὶ οὐκ εἰσήλθετε, κ. τ. λ. (A f. 165, B f. 120, C f. 133 b, D f. 48) Κλεῖδα γνώσεως αὐτὸν εἶναί φαμεν τὸν νόμον, καὶ τὴν ἐν Χριστῷ δικαίωσιν, διὰ πίστεως δὲ δηλονότι τῆς εἰς αὐτόν. Ἦν μὲν γὰρ ὁ νόμος ἐν σκιᾷ καὶ τύπῳ, πλὴν οἱ τύποι διαμορφοῦσι τὴν ἀλήθειαν, καὶ γράφουσιν αἱ σκιαὶ πολυτρόπως ἡμῖν τὸ Χριστοῦ μυστήριον. Ἀμνὸς ἐσφάζετο κατὰ τὸν Μωϋσέως νόμον· ἤσθιον τῶν κρεῶν αὐτοῦ, καὶ ἔχριον τῷ αἵματι τὰς φλιάς· καὶ νενικήκασι τὸν ὀλοθρευτήν. Ἀλλ' αἷμα προβάτου κοινοῦ οὐκ ἂν ἴσχυσεν ἀνατρέψαι θάνατον· ἐμορφοῦτο δὴ οὖν ὡς ἐν ἀμνῷ Χριστὸς, τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς ὑπομένων σφαγὴν, καὶ σώζων αἵματι τῷ ἰδίῳ τοὺς μετέχοντας αὐτοῦ· πλεῖστα δ' ἄν τις πρὸς τοῦτο λέγοι, δι' ὧν ἔνεστιν ἰδεῖν τὸ Χριστοῦ μυστήριον, διὰ τῆς τοῦ νόμου σκιᾶς γραφόμενον. Ἔφη δέ που καὶ αὐτὸς τοῖς Ἰουδαίοις προσλαλῶν· «Ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψε.» Καὶ πάλιν· «Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν, καὶ αὗταί εἰσιν αἱ περὶ ἐμοῦ μαρτυροῦσαι· καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.» Ἅπας γὰρ λόγος τῆς θεοπνεύστου Γραφῆς εἰς αὐτὸν ὁρᾷ, καὶ ἐπ' αὐτῷ συντείνεται. Ἔδει δὴ οὖν τοὺς καλουμένους νομικοὺς, ἅτε δὴ τὸν Μωϋσέως πολυπραγμονοῦντας νόμον, καὶ τὰς τῶν ἁγίων προφητῶν οὐκ ἠγνοηκότας φωνὰς, ἀνοίγειν τρόπον τινὰ τοῖς Ἰουδαίων δήμοις τὰς τῆς γνώσεως θύρας. Παιδαγωγεῖ γὰρ ὁ νόμος ἐπὶ Χριστὸν, ἀποφέρει δὲ εἰς ἐπίγνωσιν αὐτοῦ καὶ τὰ τῶν ἁγίων προφητῶν εὐσεβῆ κηρύγματα. Ἀλλὰ τοῦτο μὲν οὐ πεπράχασιν οἱ καλούμενοι νομικοί· ἐκ δὲ τῶν ἐναντίων, ἦραν τὴν κλεῖδα τῆς γνώσεως· ἵνα τὴν διὰ νόμου χειραγωγίαν ἐννοῇς, ἤτοι τὴν πίστιν, δῆλον δὲ ὅτι τὴν εἰς Χριστόν· προσγίνεται γὰρ διὰ τῆς πίστεως, τῆς ἀληθείας ἡ γνῶσις. Καὶ γοῦν ὁ προφήτης Ἡσαΐας οὕτω πού φησι· «Καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε.» —»Χωρὶς γὰρ πίστεως, ἀδύνατον εὐαρεστῆσαί ποτε.» Ἦραν τοίνυν οἱ νομικοὶ τὴν κλεῖδα τῆς γνώσεως· οὐ γὰρ εἴων πιστεῦσαί τινας εἰς τὸν τῶν ὅλων Σωτῆρα Χριστόν. Τεθαυματούργηκε πολυτρόπως· οἱ δὲ, καίτοι θαυμάσαι δέον ἐπὶ τούτοις αὐ-