Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.729
Not analysed yet
τος.» Καὶ μικρὸν ἄνωθεν· «Ὁ δὲ Κύριος, τὸ Πνεῦμά ἐστιν. Οὗ δὲ Πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία.» Ἄθρει δὴ ὅπως τὸν Κύριον τὸ Πνεῦμα εἶναί φησιν· οὐχ ὡς ἐν υἱότητι (Πνεῦμα γάρ ἐστι, καὶ οὐχ Υἱὸς), ἀλλ' ὡς ὁμοούσιον τῷ Υἱῷ, Κυρίῳ τε ὄντι καὶ ἐλευθέρῳ, καὶ τῇ πρὸς αὐτὸν ταυτότητι φυσικῇ πρὸς ἐλευθερίαν τὴν θεοπρεπῆ μαρτυρούμενον. Ὃς ἂν οὖν ὁμολογήσῃ Χριστὸν ἔμπροσθεν τῶν ἀνθρώπων, ὡς Θεὸν δηλονότι καὶ Κύριον, ὁμολογηθήσεται παρ' αὐτοῦ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ. Ποῦ δὲ καὶ ὅπως; Ἦ πάντως κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν ἐξ οὐρανοῦ καταβήσεται μετὰ τῶν ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, ἐπὶ συντελείᾳ τοῦ παρόντος αἰῶνος· ἐκεῖ στεφανοῖ τὸν γνήσιον ὁμολογητήν· οἵ γε μὴν ἕτεροι, τουτέστιν οἱ ἀρνησάμενοί τε καὶ ἀτιμάσαντες, ἀρνηθήσονται· μονονουχὶ λέγοντος τοῦ Κριτοῦ αὐτοῖς τὸ διὰ προφητῶν ἁγίων ἐπί τισιν εἰρημένον· Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· «Τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου.» Ἀρνήσεται δὲ αὐτοὺς, ἐκεῖνο λέγων· «Ἀπόστητε ἀπ' ἐμοῦ, ἐργάται τῆς ἀνομίας· οὐκ οἶδα ὑμᾶς.» Καὶ τίνες ἂν εἶεν οὗτοι; Πρῶτον μὲν οἱ, διωγμοῦ καταλαβόντος, τὴν πίστιν ἀποβαλόντες· ἀρνοῦνται δὲ αὐτὸν ὁμοίως αἱρετικῶν παῖδες καὶ διδάσκαλοι, Ἀρειανοί τε καὶ τῆς Νεστορίου κενοφωνίας οἱ μαθηταί. Πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, κ. τ. λ. (A f. 167, B f. 121 b) Πῶς δὴ ἄρα καὶ τοῦτο νοεῖσθαι προσήκει; Εἰ μὲν γὰρ τοῦτο βούλεται δηλοῦν ὁ Σωτὴρ, ὅτι εἰ λέγοιτό τις λόγος ὑβριστικὸς κατὰ ἀνθρώπου κοινοῦ πρὸς ἡμῶν, ἄφεσιν ἕξει μετανοήσας, δυσχερείας ἡμῖν ἁπάσης ὁ λόγος ἀπήλλακται· ἀγαθὸς γὰρ ὢν φύσει Θεὸς, αἰτιαμάτων ἐλευθεροῖ τοὺς μετανοεῖν ἑλομένους· εἰ δὲ ἐπ' αὐτὸν ὁ λόγος ἔρχεται τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, πῶς ἀνεύθυνος ἢ καὶ ἔξω δίκης, ὁ λόγον εἰς ἑ[ε]αὐτὸν εἰπών; Φαμὲν οὖν, ὅτι, ὅταν τις οὔπω τοῦ κατ' αὐτὸν μυστηρίου τὴν δύναμιν ἐκμεμαθηκὼς, οὔτε μὴν ἐγνωκὼς, ὅτι Θεὸς ὢν φύσει, καθῆκεν ἑαυτὸν ἐν τοῖς καθ' ἡμᾶς, καὶ κεχρημάτικεν ἄνθρωπος, εἴπῃ τι περὶ αὐτοῦ τῶν μετρίων, καὶ ὅσα συγγνώμης ἐστὶν ἄξια, ταῦτα ὁ Θεὸς ἀφίησι τοῖς ἐξ ἀγνοίας ἡμαρτηκόσιν. Οἷόν τί φημι· Ἔφη που Χριστός· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ·» ἀγνοήσαντες δέ τινες τὴν δόξαν αὐτοῦ, καὶ ἄνθρωπον εἶναι κοινὸν οἰηθέντες αὐτὸν, ἔφασκον· «Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς οὖν λέγει, ὅτι Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα;» Καὶ πάλιν· Εἰστήκει ποτὲ μυσταγωγῶν ἐν Συναγωγῇ, καὶ τεθαύμασται μὲν παρὰ πάντων, τινὲς δὲ, φησὶν, ἔλεγον· «Πῶς οὗτος γράμματα οἶδε, μὴ μεμαθηκώς;» Ἠγνόησαν γὰρ ὅτι πάντες ἔκειντο ἐν αὐτῷ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι. Ταῦτα συγγνώμης ἄξια, ὡς ἐξ ἀγνοίας ἀτημελῶς εἰρημένα. Τοῖς γε μὴν εἰς αὐτὸ τὸ Θεῖον βλασφημήσασιν, ἀδιάφυκτος