Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.728
Not analysed yet
αὐτῶν τὰς τρίχας; Ἢ γὰρ οὐκ ἐάσει πεσεῖν εἰς πειρασμὸν, ἢ γοῦν οἰκονομικῶς, ἵνα παθόντες εὐδοκιμήσωμεν· ὁ γὰρ εἰς παγῖδα πεσεῖν ἐπιτρέψας, χορηγήσει πάντως τὸ δύνασθαι διενεγκεῖν. Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, κ. τ. λ. (A f. 166, B f. 121) Ἀλλὰ τίς ἂν εἴη λοιπὸν ὁ Χριστὸν ὁμολογῶν, ἢ καὶ ὅπως ἄν τις αὐτὸν ὁμολογήσειεν ὀρθῶς, πρό γε τῶν ἄλλων ἄξιον ἰδεῖν. Γράφει τοίνυν ἡμῖν ὁ πάνσοφος Παῦλος· «Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἐπιβήσεται εἰς τὸν οὐρανόν· τουτέστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἐπαγαγεῖν. Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.» Ὅλον ἐν τούτοις τὸ Χριστοῦ μυστήριον εὖ μάλα διερμηνεύεται. Χρὴ γὰρ πρότερον τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Υἱὸν, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ μονογενῆ Θεὸν Λόγον, Κύριον τῶν ὅλων ὁμολογεῖν· οὐχ ὡς ἔξωθεν καὶ εἰσκεκριμένην λαχόντα τὴν κυριότητα, ἀλλ' ὄντα τοῦτο κατὰ φύσιν καὶ ἀληθῶς, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ· εἶθ' οὕτω πιστεύειν, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ἐνανθρωπήσαντα δηλονότι καὶ σαρκὶ παθόντα δι' ἡμᾶς· ἐγήγερται γὰρ οὕτως ἐκ νεκρῶν. Κύριος οὖν, ὡς ἔφην, ὁ Υἱὸς, ἀσύντακτος τοῖς ἄλλοις, οἷς τὸ τῆς κυριότητος ὄνομα δοτὸν καὶ εἰσκεκριμένον· μόνος γὰρ Κύριος κατὰ φύσιν, ὁ παντὸς ἐπέκεινα γενητοῦ Θεὸς Λόγος· «Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα.» Ἀλλ' οὔτε τοῦ εἶναι Κύριος ὁ Πατὴρ ἔξω κείσεται, Θεὸς ὢν φύσει· οὔτε μὴν ὁ Υἱὸς ἀπολισθήσειεν ἂν τοῦ εἶναι Θεός· Κύριος γάρ ἐστι κατὰ φύσιν· ἔνεστι δὲ μόνῃ τῇ θείᾳ τε καὶ ἀνωτάτω πασῶν οὐσίᾳ, τὸ εἰσάπαν ἐλεύθερον, καὶ τὸ ἔξω κεῖσθαι ζυγοῦ καὶ δουλείας, ἔχειν δὲ μᾶλλον ὑπὸ πόδας δουλοπρεπῶς τὴν κτίσιν ὑποκειμένην· διὰ τοῦτο, καίτοι γενόμενος καθ' ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τό γε ἧκον εἰς ἀνθρωπότητος μέτρον, ὑπὸ ζυγὰ καὶ δουλείαν ἐνηνεγμένος, συνετέλεσε μὲν τοῖς Ἰουδαίων δασμολόγοις κατὰ τὸν Μωϋσέως νόμον τὸ δίδραγμον οἰκονομικῶς, οὐκ ἔκρυψε δὲ τῆς ἐνούσης δόξης αὐτῷ τὸ περιφανές. Ἤρετο γὰρ τὸν μακάριον Πέτρον· «Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνος λαμβάνουσι κῆνσον ἢ τέλη; ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; Εἰπόντος δὲ ὅτι ἐκ τῶν ἀλλοτρίων· Ἄρα γε, φησὶν, ἐλεύθεροί εἰσιν οἱ υἱοί.» Κύριος οὖν κατὰ φύσιν ὁ Υἱὸς, ὡς ἐλεύθερος. Καὶ τοῦτο πάλιν ὁ σοφὸς ἡμᾶς ἐδίδαξε Παῦλος ὡδὶ γεγραφώς· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύμα-