Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.733
Not analysed yet
(A f. 171, E f. 190) Βόθρον γὰρ ἡμῖν ὑπέδειξε διαβολικὸν, τὴν πλεονεξίαν, ἢν δὴ καὶ εἰδωλολατρείαν, ὡς ἔφημεν, ὁ σοφὸς ὀνομάζει Παῦλος, ὡς μόνοις τάχα που πρέπουσαν τοῖς οὐκ εἰδόσι Θεὸν, ἢ καὶ ἰσοστάθμως ἔχουσαν εἰς βεβήλωσιν τοῦ λατρεύειν τινὰς ξύλοις τε καὶ λίθοις. Διὰ τοῦτό φησιν· «Ὁρᾶτε καὶ φυλάξασθε ἀπὸ πάσης πλεονεξίας,» τουτέστι μικρᾶς τε καὶ μεγάλης· ἀσθενὴς γὰρ πάντως που ὁ πλεονεκτούμενος, καὶ εἰς μόνον ἀνατείνων τοὺς ὀφθαλμοὺς τὸν ἐφ' οἷς πέπονθεν ἀγανακτῆσαι δυνάμενον. Ὁ δὲ, ἐπείπερ ἐστὶ δίκαιός τε καὶ ἀγαθὸς, προσίεται μὲν τὴν ἱκετηρίαν, ἐπάγει δὲ τοῖς ἠδικηκόσι τὰς δίκας. Καὶ τοῦτο μαθήσῃ, λέγοντος αὐτοῦ διὰ φωνῆς ἁγίων προφητῶν· «Διὰ τοῦτο ἀνθ' ὧν κατεκονδυλίζετε εἰς κεφαλὰς πτωχῶν, καὶ δῶρα ἐκλεκτὰ ἐδέξασθε παρ' αὐτῶν, οἴκους ξυστοὺς οἰκοδομήσετε, καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς· καὶ ἀμπελῶνας ἐπιθυμητοὺς φυτεύσετε, καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν· ὅτι ἔγνων πολλὰς ἀσεβείας ὑμῶν, καὶ ἰσχυραὶ αἱ ἁμαρτίαι ὑμῶν.» Καὶ πάλιν· «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα. Ἐὰν γὰρ γένωνται αἱ οἰκίαι ὑμῶν πολλαὶ, εἰς ἔρημον ἔσονται· μεγάλαι καὶ καλαὶ, καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ, ποιήσει μέτρα τρία.» Οὐκοῦν κατὰ πάντα τρόπον ἀνόνητος ἡ πλεονεξία· καὶ καθ' ἕτερον δὲ τρόπον, ἀνωφελής. Οὐ γὰρ ἐν τῷ περισσεύειν τινὶ, φησὶν, ἐστὶν ἡ ζωὴ αὐτοῦ, τουτέστιν, οὐ συνεκτείνεται τῷ πλούτῳ τὸ τῆς ζωῆς μέτρον. Καὶ τοῦτο ἡμῖν σαφῶς τε καὶ ἐναργῶς ὑπέδειξεν ὁ Σωτὴρ, τὴν τοῖς εἰρημένοις συνεζευγμένην παραβολὴν εὖ μάλα συντεθεικώς· διδάσκει μὲν οὖν τὰ πάντων ἐξαίρετα Χριστὸς, καὶ πρὸ πάντων τῶν ἀρετῶν ἁπασῶν τὸ κεφάλαιον τὴν ἀγάπην, ἧς τὸ κάλλιστον ἡ ἐλεημοσύνη καθέστηκεν. Ἀλλ' ὁ μισόκαλος Σατὰν, ὁ φαυλότητος ἁπάσης εὑρετὴς, ὁ τῶν ζιζανίων σπορεὺς, ὁ πάσης ἐχθρὸς ἀρετῆς, ὁ τοῖς εὐδοκιμοῦσι μαχόμενος, τοῖς εὖ ποιεῖν δυναμένοις ὄκνον ἔσθ' ὅτε τὸν ἐπιζήμιον ἐργάζεται. Καὶ ὁ μὲν τοῦ Θεοῦ νόμος ἐγείρει πρὸς ἔλεον λέγων· «Ἀνοίγων ἀνοίξῃς τὰ σπλάγχνα σου τῷ ἐπιδεομένῳ ἐν σοί·» ὁ δὲ, ἀντανίστασθαι καὶ συλλέγειν ἀναπείθει τὴν χεῖρα, καὶ σωρεύειν ἐν γῇ, καὶ τρυφὰς ὑποτίθεσθαι σαρκικάς· ἀποφέρει δὲ καὶ εἰς λήθην θανάτου, καὶ οὐκ ἐᾷ τὸ μέλλον ὁρᾷν, οὐδὲ ἀνθρώπινόν τι λογίζεσθαι. Καὶ ὅρα ὡς ἐν εἰκόνι τὸ πρᾶγμα γραφόμενον. Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. Καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων· Τί ποιήσω; ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου. (A f. 172, B f. 122 b, E f. 192) Σὺ δέ μοι πρόσχῃς ἀκριβῶς, ἵνα θαυμάσῃς τοῦ λόγου τὸ εὐτεχνές. Οὐ