Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.736
Not analysed yet
γὰρ ἓν ἡμῖν εὐφορῆσαν ἔδειξε χωρίον, ἀλλ' ὅλην ἔφη χώραν εὔκαρπον γενέσθαι τῷ κεκτημένῳ, ἵνα μάθῃς τοῦ πλούτου τὸ βάθος. Τί οὖν; ὁ πλούσιος, ὁ τοῖς οὔτω πολλοῖς καὶ ἀμέτροις περιεχόμενος ἀγαθοῖς, στενοχωρεῖται πεφροντικὼς, τὰς τοῦ πένητος λέγει φωνάς. Τί γὰρ ποιήσω, φησὶν ἐκεῖνος, ἐν σπάνει τῶν ἀναγκαίων ὑπάρχων; Ἀεὶ τὴν οὕτως ἀθλίαν ἐ[κ]πτύει φωνήν. Ἀλλ' ἰδοὺ ταῖς αὐταῖς κέχρηται φωναῖς ὁ πλούσιος σφόδρα ὀδυνώμενος καὶ πάσχων· «Καὶ εἶπε· Καθελῶ μου τὰς ἀποθήκας, καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου.» Θησαυροὺς οἰκοδομεῖν πλατυτέρους ἐσκέπτετο, μόνος ἀπολαύειν ἤθελε τῶν προσόντων αὐτῷ· οὐκ ἐρᾷ φιλοπτωχίας, τῶν ἐντεῦθεν αὐχημάτων οὐκ ἐφίεται· ἀλλά φησι· «Καθελῶ μου τὰς ἀποθήκας.» Ἄθρει δὴ καὶ ἕτερον ἀνόητον αὐτοῦ λόγον· «Συνάξω γὰρ, φησὶ, τὰ γεν[ν]ήματά μου.» Οὐκ ἐνόμιζε ταῦτα ἐκ Θεοῦ ἔχειν ὡς ὁ Ἰώβ· ἦ γὰρ ἂν ὡς Θεοῦ οἰκονόμος περὶ ταῦτα διέκειτο· ἀλλ' οἰκείων πόνων γεν[ν]ήματα ᾤετο. Ὅτι δὲ οὐκ ἐκ Θεοῦ τὸ εὖ πράττειν ἑαυτῷ εἶναι νομίζει, δηλοῖ σαφῶς ἐξ ὧν λέγει. Συνάξω γὰρ, φησὶ, τὰ γεν[ν]ήματά μου, καὶ τὰ ἀγαθά μου οὐδενὶ μεταδώσω, ἀλλ' ἐμαυτῷ καὶ τῇ ἐμῇ γαστρὶ πάντα ταμιεύσομαι. Τίς γὰρ ἂν οὕτω διανοηθείη περὶ τῶν δεομένων, Θεὸν εἰδὼς χορηγὸν ὧν κέκτηται; Τῶν γὰρ αὐτῶν ἐστιν ἔχειν τέ τι παρὰ Θεοῦ, καὶ κεχρῆσθαι κατὰ Θεὸν οἷσπερ ἔχουσιν. (A f. 173 b, E f. 196) Ἀλλ' ὁ πλούσιος οὗτος, οὐ τὰς μενούσας ἀποθήκας οἰκοδομεῖ, ἀλλὰ τὰς καταλυομένας· καὶ τὸ ἔτι τούτου παραλογώτερον, ἑαυτῷ μῆκος ὁρίζει ζωῆς, ὥσπερ ἐκ γῆς καὶ τοῦτο θερίσας· φησὶ γάρ· «Καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά.» —(A f. 175 b) Ἀλλ', ὦ πλούσιε, φαίη τις ἂν, τοὺς μὲν καρποὺς ἔχεις ἐν ἀποθήκαις, ἔτη δὲ πολλὰ πόθεν ἂν λάβῃς; —(A f. 174 b, E f. 198) Τοιοῦτος καὶ ὁ νῦν πλούσιος, τῇ γαστρὶ ἑαυτοῦ ἐπικεκυφὼς, λαιμὸν ἀντὶ λογισμοῦ κεκτημένος, ἀλλ' οὐ κατ' εἰκόνα τοῦ μόνου ἀγαθοῦ ζῶν· διὸ τὴν ἑαυτοῦ ψυχὴν τοῖς τῆς σαρκὸς δεξιοῦται βρώμασι, καὶ τὴν ἐπακολουθοῦσαν αὐτοῖς μυσαρὰν ἡδονὴν ἐπιτάττει τῇ ψυχῇ· εὐφήμως γὰρ ὁ Κύριος διὰ τοῦ εὐφραίνου τὰ ὑπογάστρια πάθη ἐδήλωσε, τὰ τῇ πλησμονῇ παρεπόμενα· ἀκολουθεῖ γὰρ τῷ κόρῳ τὰ ἀφροδίσια. Καὶ μὴν ἔδει ἐσθίειν, ὥστε ζῇν· οὐ μὴν ζῇν, ὥστε ἐσθίειν· κατὰ τοὺς θεοποιοῦντας τὴν γαστέρα καὶ λέγοντας· «Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν·» δέον τοὐναντίον λέγειν· Ἐπεὶ αὔριον ἀποθνήσκομεν, μὴ φάγωμεν μηδὲ πίωμεν. —(A f. 174 b) Τί ὠφέλησε τοῦτον τὸν πλούσιον ἡ πολλὴ μέριμνα; Ὅλος ἐστὶ τῆς σαρκός. Ἀλλ' ὁρᾷς ὅσην ὑπέμεινε ζημίαν, ὁ μηδενὶ μὲν τῶν ἄλλων ἀγαθὸς, ἑαυτῷ δὲ μόνῳ πλούσιος; πεφρόντικεν, ἵνα πλουτήσῃ· ἠγρύπνησεν, ἵνα συναγάγῃ πολλά· συγχαίρει τῇ ἑαυτοῦ γαστρὶ ὡς ἐχούσῃ πολλὰ