Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.744
Not analysed yet
ὑμῖν. ὅτι χαίρει ἐπ' αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἐνενηκονταεννέα τοῖς μὴ πεπλανημένοις.» Ἄθρει δὴ οὖν ὅπως, ὅταν εἰς δεκάδας δέκα τῶν λογικῶν κτισμάτων ὁ ἀριθμὸς ἐκτείνηται, ὡς ἒν ἐν τοῖς ἑκατὸν τὸ ἐπὶ γῆς ἐστι ποίμνιον· ἀλλ' εἰ καὶ μικρὸν τοῦτο, καὶ φύσει, καὶ ἀριθμῷ, καὶ δόξῃ πρὸς τὰς ἀμετρήτους τῶν ἄνω πνευμάτων ἀγέλας, ἀλλ' ἡ τοῦ Πατρὸς ἀγαθότης, πάντα λόγον ὑπερεκτείνουσα, δέδωκε καὶ αὐτῷ τῶν ὑπερκειμένων πνευμάτων τὸν κλῆρον, τουτέστι τὴν τῶν οὐρανῶν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. (A f. 180, E f. 201 b) Φορτικὴ μὲν ἴσως τοῖς ἐν πλούτῳ ἡ ἐντολή· ὡς γὰρ αὐτός που πάλιν φησὶ, δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Πλὴν τοῖς ἀρτίφροσιν οὐκ ἀνόνητος ἡ ἐντολή· θησαυρίζουσιν ἑαυτοῖς τὴν εἰς τὸ μέλλον ἐλπίδα· πρόσκαιρος γὰρ ὁ παρὼν βίος καὶ βραχὺς καὶ συνεσταλμένος, ἄπειρος δὲ καὶ μακρὸς ὁ μετὰ ταῦτα. Ὁ ἐν οὐρανοῖς θησαυρίζων, ἔξει τὴν ἐν οὐρανῷ βασιλείαν, μὴ χερσὶ λῃστῶν ἁλισκομένην, μὴ ὑπὸ σητὸς διαφθειρομένην· ἐπειδὴ ἄσυλος ὁ οὐράνιος πλοῦτος, καὶ ἀπαθὴς διαμένει. Πρόσιθι τοίνυν μὴ ὀκνηρῶς· κτῆσαι τοῖς προσκαίροις τὰ αἰώνια· δὸς τὰ μὴ μένοντα, καὶ πλούτησον τὰ σωζόμενα· δὸς τὰ ἐπίγεια, καὶ κέρδανον τὰ ἐν οὐρανοῖς· παράθου Θεῷ τὸν σεαυτοῦ πλοῦτον. καὶ εὑρήσεις πολύχουν ταμιευόμενον· αὐτός σε τοῦτο διδάξει καὶ ὁ μακάριος Δαβὶδ ψάλλων τε καὶ λέγων ἐν πνεύματι περὶ παντὸς ἀγαθοῦ καὶ φιλοικτίρμονος· «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. (A f. 181) Ἀληθὲς καὶ τοῦτο· οἱ γὰρ φρονοῦντες τὰ πρόσκαιρα, ὅλην ἔχουσιν ἐπ' αὐτοῖς τὴν ἐλπίδα· καὶ οἱ ζητοῦντες τὰ ἐν οὐρανοῖς, ἐκεῖ τὸν τῆς διανοίας πέμπουσιν ὀφθαλμόν. Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι. (A f. 181, B f. 125, D f. 51) Διαλέγεται μὲν ὡς πνευματικοῖς, γράφει δὲ πάλιν διὰ τῶν ἐμφανῶν τε καὶ ὁρατῶν πραγμάτων τὰ νοητά· οὐ γάρ που φαίη τις ἂν, ὅτι τὴν τοῦ σώματος ὀσφὺν διεζωσμένην ἡμᾶς ἔχειν βούλεται, καὶ καιομένους ἐν χερσὶ τοὺς λύχνους· ἀλλὰ τὸ τῆς διανοίας ἔτοιμον εἰς φιλεργίαν τὴν ἐφ' ἅπασι δηλονότι τοῖς ἐπαινουμένοις, ὑπεμφήνειεν ἂν τὸ διεζῶσθαι τὴν ὀσφύν· ὅ γε μὴν λύχνος, τὴν τοῦ νοῦ γρηγόρησιν καὶ φαιδρότητα νοητὴν ἔοικε παραδηλοῦν, καὶ ὅτι δεῖ παρεσκευασμένους ἐφ' ἡμέραν εἶναι πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν ἡμᾶς, καὶ τὸ τοῦ Δεσπότου νεῦμα περιμένειν ἑστῶσι τοῖς ὀφθαλμοῖς. Ἐγρηγορέναι δέ φαμεν τὸν ἀνθρώπινον νοῦν, ὅταν ἀποσείηται τὸ ν[ε]υστάζειν ἐπὶ τὸ ῥᾴθυμον, δι' οὗ πρὸς πᾶν εἶδος φαυλότητος καθικνεῖσθαι φιλεῖ, μονονουχὶ σβεννύμενος. Ἐγρηγορέναι δὴ οὖν ἡμᾶς κελεύει Χριστός· καὶ πρός γε τοῦτο ἡμᾶς καταθήγει λέγων