Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.745
Not analysed yet
ὁ αὐτοῦ μαθητής· «Νήφετε, γρηγορεῖτε.» Ναὶ μὴν καὶ ὁ πάνσοφος Παῦλος· «Ἔγειραι, ὁ καθεύδων.» Νηφάλεον γὰρ ἔχειν χρὴ καὶ ἐγρηγορότα τὸν νοῦν καὶ τῇ τῆς ἀληθείας γνώσει καταλαμπόμενον· ὡς ἐπ' αὐτῷ δὴ τούτῳ χαίροντα, λέγειν, ὅτι «Σὺ φωτιεῖς λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου.» —(A f. 181 b) Ἰστέον δὲ ὅτι καὶ διὰ τοῦ πανσόφου Μωϋσέως, τοιοῦτόν τι προστεταχὼς εὑρίσκεται τοῖς ἐξ Ἰσραὴλ, ὅτε εἰς τύπον Χριστοῦ διακελεύεται σφάττεσθαι τὸν ἀμνὸν, καθὰ μεμαρτύρηκεν ὁ ἱερώτατος Παῦλος, λέγων· «Τὸ γὰρ πάσχα ἡμῶν ἐτύθη Χριστός.» Τοῖς γε μὴν ἐσθίουσι τῶν κρεῶν αὐτοῦ, προσπεφώνηκε λέγων ὁ ἱεροφάντης Μωϋσῆς, μᾶλλον δὲ δι' αὐτοῦ ὁ Θεός· «Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶν ὑμῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν.» Χρῆναι γὰρ ἔγωγέ φημι τοὺς ἐν μεθέξει γεγονότας Χριστοῦ, ἑτοίμως ἔχειν εἰς ἔργα χωρεῖν ἅπερ ἂν ἁγίοις πρέπῃ, καὶ ἐν προθυμίᾳ βαδίζειν οἷπερ ἂν ἡμᾶς ὁ θεῖος βούληται νόμος. Ταύτῃ τοι μάλα εἰκότως ὁδοιπορικὸν αὐτοῖς περιτέθεικε σχῆμα. (B f. 125 b) Ὁδοιπορικὸν γὰρ σχῆμα ὅτι μάλιστα πρεπωδέστατον τοῖς τὸ θεῖον κηρύττουσιν Εὐαγγέλιον. Οὕτω καὶ δι' ἑνὸς τῶν προφητῶν φησι πρὸς τοὺς ἐν Βαβυλῶνι αἰχμαλώτους ὁ Θεὸς τὴν ἐπάνοδον προαναφωνῶν, καὶ πρὸς ταύτην εὐτρεπίζεσθαι προτρέπων· «Σκόπευσον ὁδὸν, κράτησον ὀσφύος, ἄνδρισαι τῇ ἰσχύϊ σου σφόδρα.» Ὡς γὰρ αὐτίκα μάλα πρὸς Ἰουδαίαν βαδιουμένους, κρατεῖν ὀσφύος κελεύει· τουτέστιν ἑτοίμως καὶ ἐπιτηδείως ἔχειν πρὸς τοὺς τῆς ὁδοιπορίας πόνους, καὶ παντὸς πόνου κατανδρίζεσθαι ἀμάχῳ τῇ προθυμίᾳ χρωμένους. (A f. 181 b) Ὅτι δὲ χρὴ παλινδρομήσοντα Χριστὸν ἐξ οὐρανοῦ προσδοκᾷν (καταβήσεται γὰρ ἐν δόξῃ τοῦ Πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων), ἐδίδαξεν, εἰπών· «Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν Κύριον ἑαυτῶν,» κ. τ. λ. Καί μοι πάλιν ἐκεῖνο διανοοῦ· ἀναλύσει γὰρ ὡς ἐκ πανηγύρεως ὁ Χριστός· δι' οὗ διαδείκνυται σαφῶς, ὡς ἔστιν ἀεὶ τὸ Θεῖον ἐν ταῖς αὐτῷ πρεπούσαις ἑορταῖς· ἐκεῖ γὰρ ὅλως τὸ κατηφὲς οὐδαμοῦ· λυπεῖ γὰρ οὐδὲν τὴν ἀκήρατον φύσιν. —(A f. 182) «Ὅταν, φησὶν, ἐλθὼν εὐζώνους εὕρῃ καὶ ἐγρηγορότας, καὶ πεφωτισμένην ἔχοντας τὴν καρδίαν, τότε δὴ, τότε μακαρίους ἀποφανεῖ.» Περιζώσεται γὰρ καὶ διακονήσει αὐτοῖς. Δι' οὗπερ ἔνεστι μαθεῖν, ὅτι τοῖς ἴσοις ἡμᾶς ἀνταμείψεται, καὶ οἷον καμόντας ἀνακτήσεται, τρυφὰς ἡμῖν παραθεὶς τὰς πνευματικὰς, καὶ ἀμφιλαφῆ τῶν παρ' ἑαυτοῦ χαρισμάτων ἁπλώσας τράπεζαν. Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, κ. τ. λ. (A f. 182) Ἐνταῦθά μοι βλέπε τὸ τῆς θείας ἡμερότητος πλάτος, καὶ τῆς εἰς ἡμᾶς γαληνότητος τὴν ὑπερβολήν. Οἶδε γὰρ, οἶδε τὸ πλάσμα ἡμῶν, καὶ εὐόλισθον τῆς ἀνθρώπου διανοίας εἰς ἁμαρτίαν. Οἶδεν ὅτι τετυράννευκε καθ' ἡμῶν τῆς φιλοσαρκίας ἡ δύναμις, καὶ ὁ τοῦ παρόντος βίου περισπασμὸς μονονουχὶ καὶ οὐχ ἑκόντας καταβιάζεται, πρὸς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποφέρων τὸν νοῦν. Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἀπογινώσκειν οὐκ ἐᾷ, κατοικτείρει δὲ μᾶλ-