Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.748
Not analysed yet
λον, καὶ σωτηρίας φάρμακον ἔδωκεν ἡμῖν τὴν μετάγνωσιν. Διὰ τουτό φησι· «Κἂν ἐν τῇ δευτέρᾳ, κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως ποιοῦντας, μακάριοί εἰσιν ἐκεῖνοι.» Ἐθελήσεις δὲ πάντως εἰδέναι σαφῶς, τί δὴ τοῦτό ἐστι. Μερίζουσι τοίνυν τὴν νύκτα τινὲς εἰς τρεῖς ἢ εἰς (D f. 51) τέσσαρας φυλακάς· οἱ γὰρ τοῖς τείχεσι τῶν πόλεων ἐγκαθήμενοι, καὶ τὰς τῶν πολεμίων τηροῦντες ἐφόδους, τρεῖς ἢ τέσσαρας ὥρας διαγρηγορήσαντες, παραπέμπουσιν εἰς ἑτέρους τὴν φυλακὴν καὶ ἐγρήγορσιν. Τρεῖς τοίνυν εἰσὶ καὶ παρ' ἡμῖν ἡλικίαι· πρώτη μὲν καθ' ἥν ἐσμεν ἔτι παῖδες ἄνηβοι, δευτέρα δὲ καθ' ἣν νεανίαι, καὶ τρίτη καθ' ἣν πρεσβύται. Ἀλλ' ἡ μὲν πρώτη, καθ' ἣν ἔτι παῖδές ἐσμεν, οὐκ εὐθύνεται παρὰ Θεοῦ, ἀξιοῦται δὲ συγγνώμης· ἥ γε μὴν δευτέρα καὶ ἡ τρίτη ὀφείλει τῷ Θεῷ τὴν ὑπακοὴν, καὶ τὸ διαζῇν ὁσίως, κατὰ τὸ αὐτῷ δοκοῦν· οὐκοῦν κἂν εἴ τις καταληφθείη τυχὼν ἐν ἐγρηγόρσει, καὶ οἷον ἐν εὐζωνότητι νέος ὢν ἔτι, κἂν εἴτουν τὴν πρεσβυτικὴν ἔχων ἡλικίαν, μακάριος ἔσται· τεύξεται γὰρ τῶν ἐπηγγελμένων παρὰ Χριστοῦ. —(A f. 182 b) Ὅτι δὲ τὸ μὴ ἐγρηγορέναι ἐπιζήμιον, εὖ μάλα παραδείκνυσι διὰ τοῦδε τοῦ παραδείγματος· ὡς γὰρ ὁ αὐτοῦ φησι μαθητής· «Ἥξει ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης· ἐν ᾗ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσόμενα λυθήσεται· γῆ δὲ καὶ τὰ ἐν αὐτῇ κατακαήσεται πάντα· καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν, κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.» Προσεπάγει δὲ τούτοις· «Τούτων δὲ πάντων λυομένων, ποταποὺς δεῖ εὑρεθῆναι ἡμᾶς [ita cod. νον ὑμᾶς] ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ;» Οἶδε γὰρ ὅλως οὐδεὶς τὸν τῆς συντελείας καιρόν. Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας; (A f. 183) Ἐρωτᾷ Πέτρος εἰ πρὸς πάντας εἶπεν ὁ Κύριος τὴν περὶ τῶν λύχνων παραβολήν. Ἆρα, φησὶ, γενικὸς ὁ νόμος, καὶ ἐν ἴσῳ μέτρῳ κατὰ πάντων ἔρχεται, ἢ μόνοις ἂν πρέποι τοῖς τῶν ἄλλων ἐξῃρημένοις; Εἶτα, τί τὸ θορυβῆσάν ἐστι τὸν σοφώτατον μαθητήν; ἢ τί παρεκίνησαν εἰς τὸ θελῆσαι μαθεῖν τὰ τοιάδε παρὰ Χριστοῦ; Οὐκοῦν ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων ἐροῦμεν· τῶν ἐντολῶν αἱ μὲν ἀποστολικοῖς πρέπουσιν ἀξιώμασιν· αἱ δὲ τοῖς τὴν μείω [cod. μείζω] τάξιν ἐπέχουσι. Καὶ τοῦτο ἔστιν ἰδεῖν ἀληθὲς ὂν καὶ οὕτως ἔχον, ὡς ἔφην, γεγραφότος τισὶ τοῦ μακαρίου Παύλου· «Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε, ἀλλ' οὐδὲ νῦν ἔτι δύνασθε.» Τελείων γάρ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν ἐχόντων τὰ αἰσθητήρια γεγυμνασμένα πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ· τοῖς γὰρ τὴν διάνοιαν ἔχουσιν εὐσθενῆ, πρέποι ἂν εἰκότως τὰ μεγάλα καὶ ἐξαίρετα τῶν ἁγιοπρεπῶν ἐνταλμάτων· τοῖς δὲ οὔπω πρὸς τοῦτο ἐληλακόσιν ἰσχύος πνευματικῆς, τὰ δυσχερείας ἁπάσης ἀπηλλαγμένα. Ἐννοήσας τοίνυν ὁ μακάριος Πέτρος τῶν εἰρημένων παρὰ Χριστοῦ τὴν δύναμιν, εἰκότως διαπυνθάνεται. (A f. 183, D f. 51 b) Τί οὖν πρὸς ταῦτα Χριστός;