Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.753.1
Not analysed yet
παν ἔλεγον· «Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς Γραφάς;» Πῦρ τοῦτο σωτήριον καὶ ἐπωφελὲς, δι' οὗ πάντες οἱ ἐπὶ τῆς γῆς ἀπεψυγμένοι τρόπον τινὰ καὶ νενεκρωμένοι διά τε τὴν ἁμαρτίαν, καὶ τὸ μὴ εἰδέναι τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν, ἀναζωπυρούμεθα πρὸς τὴν κατ' εὐσέβειαν ζωὴν, καὶ τῷ πνεύματι ζέοντες ἀποτελούμεθα κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. Κερδαίνομεν δὲ πρὸς τούτῳ, καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, πυρὸς δίκην ὄντος ἐν ἡμῖν· βεβαπτίσμεθα γὰρ ἐν πυρὶ ἁγίῳ Πνεύματι. Ἔθος δὲ τῇ θείᾳ Γραφῇ πῦρ ὀνομάζειν ἔσθ' ὅτε τοὺς θείους τε καὶ ἱεροὺς λόγους, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος ἐνέργειάν τε καὶ δύναμιν. Ἔφη μὲν γάρ τις τῶν ἁγίων προφητῶν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ὅτι ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἅγγελος τῆς Διαθήκης, ὃν ὑμεῖς θέλετε. Ἰδοὺ ἔρχεται, λέγει Κύριος, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ὀπτασίαν αὐτοῦ; Ἰδοὺ αὐτὸς ἐκπορεύεται, ὡς πῦρ χωνευτηρίου, καὶ ὡς πόα πλυνόντων· καὶ καθεδεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον.» Καὶ ναὸν μέν φησιν ἐνθάδε, τὸ ἄχραντον ἀληθῶς καὶ ἅγιον σῶμα, τὸ διὰ τῆς ἁγίας Παρθένου ταχθὲν διὰ τοῦ ἁγίου Πνεύματος ἐν δυνάμει τοῦ Πατρός. Εἴρηται γάρ που πρὸς τὴν ἁγίαν Παρθένον· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.» Ἄγγελον δὲ Διαθήκης αὐτὸν ὀνομάζει τὸν Μονογενῆ, παρὰ τὸ ἀγγέλλειν καὶ διακονεῖν τῇ Πατρὸς εὐδοκίᾳ τῇ εἰς ἡμᾶς γενομένῃ. Καὶ γοῦν ἔφη πρὸς ἡμᾶς, ὅτι «Πάντα ὅσα ἤκουσα παρὰ τοῦ Πατρὸς, ἀπήγγειλα ὑμῖν.» Γράφει δὲ περὶ αὐτοῦ καὶ ὁ προφήτης Ἡσαΐας, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ, μεγάλης βουλῆς Ἄγγελος.» Ὥσπερ οὖν οἱ τὸν χρυσόν τε καὶ ἄργυρον ἐκκαθαίρειν εἰδότες, πυρὶ τὸν ἐν αὐτοῖς ἐκτήκουσι ῥύπον, οὕτω καὶ ὁ Σωτὴρ διὰ τῶν εὐαγγελικῶν μαθημάτων, ἐν δυνάμει Πνεύματος, τὸν ἑκάστου σμήχει νοῦν τῶν πιστευσάντων εἰς αὐτόν. Ἔφη δέ που καὶ ὁ τῶν ὅλων Θεὸς, πρὸς τὸν προφήτην Ἱερεμίαν· «Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου πῦρ, καὶ τὸν λαὸν τοῦτον, ξύλα.» Καὶ πάλιν «Οὐχ οἱ λόγοι μου ὥσπερ πῦρ, λέγει Κύριος;» Τίς δ' ἂν νοηθείη πρὸς ἡμῶν καὶ ὁ ἄνθραξ ὁ τῶν τοῦ προφήτου Ἡσαΐου χειλέων ἁψάμενος, καὶ καθαρίσας αὐτὸν ἀπὸ πάσης ἁμαρτίας; Τὸ σωτήριον δηλονότι κήρυγμα, καὶ ἡ τῆς εἰς Χριστὸν πίστεως ὁμολογία, ἣν εἴπερ τις ἐν στόματι λάβοι, πάντη τε καὶ πάντως διακαθαίρεται. Καὶ πιστώσεται λέγων ὁ Παῦλος, ὅτι «Ἐὰν εἴπῃς ἐν τῷ στόματί σου, Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὡς ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.» Πλὴν ἄνθρακι καὶ πυρὶ τὴν τοῦ θείου κηρύγματος δύναμιν ἐοικέναι φαμὲν, οὗ τὴν ἄναψιν ἐπισπεύδει ὁ Κύ-