Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.756
Not analysed yet
ριος· ἐπίστευον γὰρ ἤδη τινὲς τῶν ἐξ Ἰσραὴλ, ὦν ἀπαρχὴ γεγόνασιν οἱ θεσπέσιοι μαθηταί. Ἐξαφθὲν δὲ ἅπαξ τὸ πῦρ, ἁπάσης ἔμελλε καταδράττεσθαι τῆς ὑπ' οὐρανὸν, ἐξενεχθείσης εἰς πέρας τῆς πάσης οἰκονομίας· καὶ τοῦτο διδάσκει λέγων· «Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως οὗ τελεσθῇ;» Δοκεῖτε ὄτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; (A f. 186, B f. 129, C f. 136) Καίτοι Χριστός ἐστιν ἡ εἰρήνη ἡμῶν κατὰ τὰς Γραφάς· «Αὐτὸς συνῆψε τοὺς δύο λαοὺς, εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξας ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα·» αὐτὸς συνῆψε τοῖς ἄνω τὰ κάτω. Πῶς οὖν ἔφη· «Οὐκ ἦλθον εἰρήνην δοῦναι;» Τί φὴς, ὦ Δέσποτα; Οὐκ ἦλθες βαλεῖν εἰρήνην; Καίτοι γέγονας ἡμῖν εἰρήνη, κατέλυσας τὸ μεσότοιχον τοῦ φραγμοῦ, ἠφάνισας τὴν διϊστῶσαν ἡμᾶς ἁμαρτίαν· εὐηγγελίσω τοῖς μακρὰν καὶ τοῖς ἐγγύς· συνῆψας ἀγέλαις ἀγέλας, ταῖς Ἰουδαίων τὰς ἐξ ἐθνῶν· κατειρήνευσας διὰ τοῦ σταυροῦ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καθὰ γέγραπται· γέγονας ἡμῖν διαλλακτὴς καὶ μεσίτης, καὶ τὴν διὰ μέσου κειμένην ἁμαρτίαν περιελὼν συνῆψας δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί. Καὶ τὴν εἰρήνην, ἰδίαν εἶναι ἔφης, εἰπών· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Πῶς οὖν οὐκ ἦλθες βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν; πρὸς τίνας ἡμῖν ἡ μάχη; καὶ ὁ τοῦ πολέμου τρόπος, πῶς ἂν γένοιτο παρ' ἡμῶν, ἵνα τὸ ἀνεπίπληκτον [cod. ἐπίπληκτον] ἔχοι, καὶ ἀρέσῃ σοι τῷ τὴν εἰρήνην ἰδίαν εἶναι λέγοντι, καὶ ταύτην ἡμῖν δεδωκότι· Οὐκοῦν λυέτω τὸ ζητούμενον Παῦλος, φήσας· «Εἴ τις ἀδελφὸς πόρνος, «καὶ τὰ ἑξῆς,» τῷ τοιούτῳ μηδὲ συνεσθίειν.» Δεῖ γὰρ, οἶμαι, παραιτεῖσθαι πόρνους, καὶ τὴν πρὸς τούτους εἰρήνην ζημίας ἡγεῖσθαι πρόξενον· «Φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί.» Καὶ καθά φησι Δαβίδ· «Μετὰ ὁσίου ὁσιωθήσῃ, καὶ μετὰ στρεβλοῦ, διαστρέψεις. Βούλει καὶ ἑτέρους ἰδεῖν πρὸς οὓς τὸ ἀσπάζεσθαι τὴν εἰρήνην ἐπιζήμιον; Ἄκουε γράφοντος ἑνὸς τῶν ἁγίων μαθητῶν· «Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, τούτῳ μηδὲ χαίρειν λέγετε.» Διδαχὴν δὲ ποίαν, ἢ πάντως ἐκείνην ἣν παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται; Λύκοις ἐοίκασι τῶν αἱρέσεων οἱ προεστηκότες· εἶτα πῶς εἰρηνεύσει πρὸς λύκον τὸ πρόβατον; Καὶ σκοτεινοὶ μὲν ἐκεῖνοι· «Ὁ Θεὸς γὰρ, φησὶ, τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα τῶν ἀπίστων.» Ἡμεῖς δὲ υἱοὶ φωτός· διηύγασε γὰρ ἡμῖν ἡ διὰ τοῦ Πνεύματος χάρις. «Τίς οὖν κοινωνία φωτὶ πρὸς σκότος;» Οὐκοῦν ἀγαπήσωμεν τὴν πρὸς ἀδελφοὺς καὶ ὁμοπίστους εἰρήνην, παραιτώμεθα δὲ τὴν πρὸς ἐκείνους· δῆλον γὰρ, ὅτι χρῆμα μὲν ἡ εἰρήνη καλόν. Ἀλλ' οὐ πᾶσα πάντως εἰρήνη τὸ ἀκατάψεκτον ἔχει, ἀλλ' ἔστιν ἐπισφαλὴς πολλάκις, καὶ τῆς εἰς Θεὸν ἀγάπης ἀποκο-