Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.760
Not analysed yet
νοεῖν, καὶ πρὸς τὰ ἐσόμενα βλέπειν, καὶ τοὺς μετὰ τόνδε τὸν βίον χειμῶνας μὴ ἀγνοεῖν. Νότος γὰρ ἔσται καὶ ὄμβρος· τουτέστιν ἡ διὰ πυρὸς κόλασις θερμὸς γὰρ ὁ νότος, καὶ δεινὴ, καὶ ἄφυκτος τιμωριῶν καταφορὰ, ὑετοῦ δίκην κατεμπίπτουσα τῶν ἑαλωκότων. Ἔδει τὸν τῆς σωτηρίας μὴ ἀγνοῆσαι καιρόν. Οὗτος δὲ ἦν, ὁ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, καθ' ἣν ἡ τελειοτάτη γνῶσις τῆς εὐσεβείας εἰσβέβηκε· καθ' ἣν ἀνέλαμψεν ἡ χάρις δικαιοῦσα τὸν ἀσεβῆ. Καὶ οὐ διά γε τοῦ νόμου, τετελείωκε γὰρ οὐδένα, τύπους ἔχων καὶ σκιὰς, διὰ πίστεως δὲ μᾶλλον τῆς ἐν Χριστῷ, οὐκ ἐκβαλλούσης τὸν νόμον, ἀποπεραινούσης δὲ αὐτὸν διὰ λατρείας πνευματικῆς. Οὐ δοκιμάζετε τὸν καιρόν; οὐκ ἐκ τῶν λόγων τὰ πράγματα, [cod. σπέρματα], οὐκ ἐκ τῶν πραγμάτων τοὺς λόγους; Βλέπετε θαύματα, καὶ ὁρᾶτε σημεῖα βεβαιοῦντα τοὺς λόγους· εἰ μὴ πείθει ὑμᾶς ταῦτα, πειθέτωσαν οἱ μέλλοντες ὑμᾶς καταλήψεσθαι πειρασμοὶ, τοῦ ναοῦ ἡ καθαίρεσις, τῆς μητροπόλεως ἡ ἅλωσις, ἡ διαφθορὰ τοῦ ἔθνους· οὐδὲ ταῦτα ὑμᾶς εἰς συναίσθησιν ἄγει; Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ' ἄρχοντα, κ. τ. λ. (A f. 187 b, B f. 130, D f. 52 b) Πάνυ χρήσιμον τὸ παράδειγμα πρὸς ὃ λαμβάνεται. Οἱ γὰρ πρὸ δίκης διαλυόμενοι, φρονιμώτεροί εἰσιν, ἀφ' ἑαυτῶν τὸ δίκαιον ὁρῶντες. Ὅπερ δὲ καλὸν ἐνταῦθα ποιεῖν, τοῦτο καλόν ἐστι κἀκεῖ ποιῆσαι. Ὑποκείσθω τις, φησὶ, ἐφ' ἑνὸς τῶν τεταγμένων εἰς ἀρχὴν, αἰτίασίν τινα ποιησάμενος κατὰ σοῦ, εἶτα τοῖς ἀπάγουσιν ἐπὶ τὸ δικαστήριον ὑποδείξας, ἀποφέρεσθαι ποιεῖ. Ἕως τοίνυν μετ' αὐτοῦ εἶ ἐν τῇ ὁδῷ, τουτέστι πρὶν ἀφικέσθαι πρὸς τὸν κριτὴν, δὸς ἐργασίαν, ἀντὶ τοῦ πᾶσαν θέσθαι μὴ ὀκνήσῃς σπουδὴν, ἵνα ἀπαλλαγῇς αὐτοῦ· εἰ δὲ μὴ τοῦτο γένοιτο, παραδώσει σε τῷ κριτῇ. Εἶτα, ὅταν ἔνοχος τοῖς ὀφλήμασιν εὑρεθῇς, παραδοθήσῃ τῷ πράκτορι, τουτέστι τοῖς ἀπαιτηταῖς· κἀκεῖνοί σε κατακλείσαντες, ἀπαιτήσουσι καὶ τὸ ἔσχατον λεπτόν. Οὐκοῦν ἔνοχοι μὲν πλημμελήμασί ἐσμεν ἅπαντες οἱ ὄντες ἐπὶ τῆς γῆς. Ἑκάστου γε μὴν ἀντίδικος καὶ κατήγορος, ὁ Σατανᾶς· ἐχθρὸς γάρ ἐστι καὶ ἐκδικητής. Ἕως τοίνυν ἐσμὲν ἐν τῇ ὁδῷ, τουτέστιν ἕως οὔπω πρὸς τὸ τῆς ἐνθάδε ζωῆς κατηντήσαμεν τέλος, ἀπαλλαγῶμεν αὐτοῦ· λύσωμεν τὰς καθ' ἑαυτῶν αἰτίας· τὴν διὰ Χριστοῦ χάριν ἁρπάσωμεν, ἐλευθεροῦσαν ἡμᾶς παντὸς ὀφλήματος, καὶ δίκης ἔξω τιθεῖσαν, κολάσεώς τε καὶ φόβου. Μὴ ἄρα πως ἀναπόνιπτον ἐσχηκότες τὸν μολυσμὸν, ἀπενεχθῶμεν πρὸς τὸν κριτὴν, καὶ παραδοθῶμεν τοῖς πράκτορσιν, ἤτοι τοῖς κολασταῖς, ὧν οὐκ ἄν τις διαφύγοι τὸ ἀπηνὲς, ἀπαιτηθήσεται δὲ μᾶλλον τὰς ἐπὶ παντὶ πλημμελήματι δίκας μικρῷ καὶ μεγάλῳ. Τούτων ἔσονται μακρὰν οἱ τὸν τῆς Χριστοῦ παρουσίας καιρὸν δοκιμάζοντες, καὶ τὸ ἐπ' αὐτῷ μυστήριον οὐκ ἠγνοηκότες. ΚΕΦΑΛ. ΙΓʹ. Ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, κ. τ. λ. (A f. 188, C f. 156, D f. 53) Ἐοίκασιν οἱ Γαλι-