Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.761
Not analysed yet
λαῖοι κατὰ τοὺς χρόνους Πιλάτου ἐστασιακέναι, δόγμασιν ἑπόμενοι Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἐμνήσθη. Ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ Ἰώσηπος ἐν τοῖς τελευταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαποστέλλον πολλὴν δι' εὐσέβειαν εὐτονίας. Κύριον γὰρ μηδὲ μέχρι στόματος ἔφασκε δεῖν τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ φιλοφροσύνην· οὕτω δὲ μηδὲ τὸν βασιλεύοντα· καὶ πολλοί γε αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον, χαλεπωτάτας αἰκίας ὑπέμειναν. Οἳ καὶ ἐδίδασκον μὴ δεῖν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωϋσέως νόμῳ θυσίας, ἑτέρας ἀναφέρεσθαι τῷ Θεῷ· διόπερ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίνεσθαι περὶ τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους. Εἰκὸς οὖν ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον, κελεῦσαι παρ' αὐταῖς αἷς ἐδόκουν κατὰ τὸν νόμον προσφέρειν θυσίαις, αὐτοὺς ἀναιρεθῆναι. Ὡς τότε ἀναμιχθῆναι ταῖς προσφερομέναις θυσίαις τὸ αἷμα τῶν προσαγόντων. Ταῦτα οὖν ἐπείπερ ἐδόκει ὑπὲρ εὐσεβείας γίνεσθαι, ἀπήγγελλον τῷ Σωτῆρι, βουλόμενοι τὸ ἐπὶ τούτοις ἀρέσκον αὐτῷ μαθεῖν. Ὁ δὲ, οἰομένων τῶν ἐκ τοῦ λαοῦ δικαιότατα κατὰ τὰς ἁμαρτίας αὐτῶν πεπονθέναι ταῦτα, ἀναιρεθέντας, ἅτε στάσιν κινήσαντας τῷ λαῷ, καὶ ἐπὶ τὸ μισεῖν ἐρεθίσαντας ἄρχοντας κατὰ τῶν ὑπηκόων, τὸ μὲν εἶναι αὐτοὺς ἁμαρτωλοὺς, τίθησιν· οὐ μήν φησι ταῦτα αὐτοὺς πεπονθέναι, ὡς τῶν μὴ πεπονθότων χείρονας. Εἶτ' ἐπὶ τούτοις φησὶν, ὅσον ἐπὶ τῷ ῥητῷ ἀποτρέπων τῆς ἐμφυλίου στάσεως, προφάσει εὐσεβείας ἀναπτομένης, τοὺς ὑπὲρ τοῦ λαοῦ, τὸ, Ἐὰν μὴ μετανοήσετε, τουτέστιν, Ἐὰν μὴ μεταβάλησθε τοῦ στασιάζειν καὶ ἀνθίστασθαι τοῖς ἄρχουσιν, ὅπερ οὐ κατὰ βούλημα ποιεῖτε Θεοῦ, πάντες ὁμοίως ἀπολεῖσθε, καὶ τὸ ὑμέτερον αἷμα ταῖς ὑμετέραις θυσίαις ἀναμιχθήσεται. Εἶτα τὸ τοῦ πύργου ὑπόδειγμα τοῦ ἐν τῷ Σιλουὰμ ἐπάγει, διὰ τούτου πάσης τῆς πόλεως τὴν πτῶσιν δηλῶν. Ὡς ἐκ τῆς προφάσεως γὰρ τῶν δεκαοκτὼ, ἐφ' οὓς ὁ πύργος ἔπεσεν, αἰνίττεται ὅτι τὸ μέρος προοίμιόν ἐστι πάσης τῆς πόλεως· οὐ γὰρ δὴ, φησὶν, οἱ ιηʹ ὡς ὑπαίτιοι ὄντες ἀπώλοντο μόνοι, ἀλλὰ καὶ πᾶσα ἡ πόλις τὰ αὐτὰ πείσεται μικρὸν ὕστερον. Εἶπε δὲ πρὸς τὸν ἀμπελουργὸν, κ. τ. λ. Καὶ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν, κ. τ. λ. (A f. 189 b) Εἰ μὲν οὖν τις βούλοιτο λέγειν, ἄγγελον εἶναι τὸν παρὰ Θεοῦ ταχθέντα προεστάναι τῆς Ἰουδαίων Συναγωγῆς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. Μεμνήμεθα γὰρ τοῦ προφήτου Ζαχαρίου γεγραφότος, ὅτι εἱστήκει τις τῶν ἁγίων ἀγγέλων, τὰς ὑπὲρ τῆς Ἱερουσαλὴμ ἀναφέρων λιτὰς, καὶ λέγων· «Κύριε παντόκρατορ, ἕως τίνος οὐ μὴ ἐλεήσεις τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος;» Γέγραπται δὲ καὶ ἐν τῇ Ἐξόδῳ, ὡς καταδιώκοντος τοὺς ἐξ Ἰσραὴλ ὁμοίως τοῖς ἰδίοις ὑπασπισταῖς τοῦ τῆς Αἰγυπτίων