Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.769
Not analysed yet
γυναῖκα, καὶ ὀρθοποδεῖν μὴ δυναμένην, ἀλλ' εἰς γῆν καὶ ἐπὶ γαστέρα συννεύουσαν, ὑπὸ Χριστοῦ ἠλεημένην, καὶ ἁφῇ μόνῃ τέλεον ἀνορθωθεῖσαν, καὶ τὴν τοῖς ἀνθρώποις οἰκείαν πορείαν ἐν ὀρθίῳ τῷ σχήματι ὁδεύουσαν, καὶ ὑπὲρ τούτου τὸν Θεὸν μεγαλύνουσαν, ἄχθεται τῇ ταύτης λύσει, καὶ ἐπὶ τῇ δόξῃ τοῦ Κυρίου πυρπολούμενος, δεσμεῖται τῷ φθόνῳ· καὶ ἐπηρεάζει τῷ θαύματι, καὶ τὸν Κύριον ἀφεὶς τὸν ἐλέγξαντα τὴν τούτου ὑπόκρισιν, τοῖς ὄχλοις ἐπιτιμᾷ· ὥστε δόξαι ὅτι διὰ τὸ Σάββατον ἀγανακτεῖ· ἵνα πείσῃ τοὺς ἐν ταῖς ἄλλαις ἡμέραις διεσκορπισμένους, καὶ ταῖς ἐργασίαις σχολάζοντας, μηδὲ ἐν Σαββάτῳ θεατὰς εἶναι καὶ θαυμαστὰς τῶν τοῦ Κυρίου τερατουργημάτων, μή ποτε καὶ πιστεύσωσιν. Ἀλλ' εἰπὲ ἡμῖν, ὦ βασκανίας ἀνδράποδον, ὁποῖον ἔργον ὁ νόμος ἐκώλυσεν, ὁ εἰπών σοι· «Ἀπὸ παντὸς ἔργου χειροκμήτου ἀποστήσῃ τῇ ἡμέρᾳ τοῦ Σαββάτου;» Ἆρα τὸ διὰ στόματος καὶ διὰ λόγου; Παῦσαι γοῦν ἐσθίων, καὶ πίνων, καὶ ὁμιλῶν, καὶ ψάλλων ἐν Σαββάτῳ. Καὶ εἰ μὴ ταῦτα πράττεις, μηδὲ τὸν νόμον ἀναγινώσκεις, ἵνα τί σοι καὶ τὸ Σάββατον; Ἀλλὰ τὸ διὰ χειρῶν. Καὶ ποῖον διὰ χειρῶν ἔργον, τὸ φωνῇ γυναῖκα ἀνορθῶσαι; Εἰ δ' ὅτι ἔργῳ ἡ γυνὴ τεθεράπευται τοῦτο ἐργασίαν καλεῖς, ἔργον ἐργάζῃ καὶ σὺ τὴν θεραπείαν μεμφόμενος. Ἀλλ' εἶπε, φησί· Ἀπολέλυσαι τῆς ἀσθενείας· καὶ ἀπολέλυται. Τί δέ; οὐ καὶ σὺ λύεις τὴν ζώνην ἐν Σαββάτῳ; οὐ τῶν ποδῶν ἐκλύεις τὸ ὑπόδημα; οὐ τὴν στρωμνὴν στρωννύεις; οὐ τὴν χεῖρα ἀποσμήχεις ῥυπῶσαν ἐν ἐδέσμασι; Πῶς οὖν ἐφ' ἑνὶ μόνῳ λόγῳ τῷ «Ἀπολέλυσαι» ἀγανακτεῖς; Ὁποῖον δὲ καὶ ἔργον ἡ γυνὴ μετὰ τὸν λόγον εἰργάσατο; Ἆρά γε χαλκευτικῆς, ἢ τεκτονικῆς, ἢ οἰκοδομικῆς ἐφήψατο; Ἆρα ἐν αὐτῇ τῇ ἡμέρᾳ ὑφαντικῆς ἢ ἱστουργικῆς ἔργον μετεχειρίσατο; Ἀλλ' ἀνωρθώθη, φησί· ἔργον γὰρ ὅλως ἐστὶ τὸ θεραπεύεσθαι. Ἀλλὰ γὰρ οὐ διὰ τὸ Σάββατον ἀληθῶς ἀγανακτεῖς, ἀλλὰ τὸν Χριστὸν βλέπων τιμώμενον καὶ ὡς Θεὸν προσκυνούμενον, μαίνῃ καὶ ἀποπνίγῃ, καὶ τῇ βασκανίᾳ κατατήκῃ· καὶ ἕτερα μὲν ἐν τῇ καρδίᾳ ἐνδομυχᾷς, ἄλλον δὲ σκήπτῃ καὶ προφασίζῃ. Ὅθεν καὶ χαριέστατα ὑπὸ τοῦ Κυρίου τοῦ εἰδότος τοὺς ματαίους σου διαλογισμοὺς ἐλέγχη· καὶ τὴν ἁρμόζουσάν σοι δέχῃ προσηγορίαν, ὑποκριτὴς ἀκούσας καὶ εἴρων καὶ ὕπουλος. Ὑποκριτὰ, ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ; κ. τ. λ. Ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, κ. τ. λ. (A f. 192) Σὺ [cod. οὐ pro σὺ] θαυμάζεις γὰρ, φησὶ, τὸν λύσαντα τὴν τοῦ Ἀβραὰμ θυγατέρα· ἀλλὰ βοῦν μὲν καὶ ὄνον ἀναπαύεις, καμάτων αὐτοὺς ἀνιεὶς καὶ ἀποφέρων ἐφ' ὕδωρ· σωζομένου δὲ παραδόξως ἀνθρώπου νενοσηκότος, καὶ Θεοῦ κατοικτείραντος, ἀμφοτέροις ἐπιτιμᾷς ὡς παρανομήσασι, τῷ μὲν ὅτι τεθεράπευκε, τῷ δὲ ὅτι τοῦ νοσεῖν ἀπηλλάττετο. —(A f. 192) Θέα μοι τὸν ἀρχισυνάγωγον, ὅπως ἀτιμότερος αὐτῷ τοῦ κτήνους