Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.768
Not analysed yet
δὲ καὶ χεῖρας αὐτῇ· καὶ ἀνωρθώθη, φησι, παραχρῆμα. Ἔξεστι δὴ οὖν κἀντεῦθεν ἰδεῖν, ὅτι τὴν τοῦ Θεοῦ δύναμίν τε καὶ ἐνέργειαν ἡ ἁγία πεφόρηκε σάρξ· ἰδία γὰρ ἦν αὐτοῦ, καὶ οὐχ ἑτέρου τινὸς παρ' αὐτὸν ὄντος Υἱοῦ καταμόνας καὶ ἰδικῶς, κατά γε τό τισιν ἀνοσιώτατα δοκοῦν. Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, κ. τ. λ. (A f. 190 b) Καίτοι πῶς οὐκ ἔδει μᾶλλον θαυμάσαι Χριστὸν ἀπολύσαντα τῶν δεσμῶν τὴν Ἀβραὰμ θυγατέρα; Εἶδες αὐτὴν παραδόξως τοῦ πάθους ἀπηλλαγμένην. Οὐκ εἶδες εὐχόμενον τὸν ἰατρὸν, οὐχ ὡς αἴτημα παρ' ἑτέρου λαβόντα τῆς καμνούσης τὴν ἴασιν, ἀλλ' ἐξουσίας ἔργον ἀποτελέσαντα. Ἀρχισυνάγωγος ὢν, τὰ Μωϋσέως οἶσθά που γράμματα· εἶδες αὐτὸν εὐχόμενον πλεισταχοῦ, καὶ ἐξ ἰδίας δυνάμεως οὐδὲν ἐνεργήσαντα παντελῶς. Καὶ γοῦν λεπρωθείσης τῆς Μαριὰμ διὰ τὸ εἰπεῖν τι μόνον κατ' αὐτοῦ ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθές· Γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ· οὐ γέγονε κρείττων τοῦ κακοῦ, προσέπιπτε δὲ μᾶλλον τῷ Θεῷ, λέγων· «Ὁ Θεὸς, δέομαί σου, ἴασαι αὐτήν.» Καὶ ὅμως οὐδὲ ἱκετεύοντος συνεχωρήθη αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Καὶ ἕκαστος δὲ τῶν ἁγίων προφητῶν, εἴ πού τι καὶ ἐνήργηκεν ὅλως, ἐν δυνάμει Θεοῦ τοῦτο ποιήσας ὁρᾶται. Ἐνταῦθα δέ μοι βλέπε τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν οὐκ εὐχὴν ἀνατείνεσθαι, ἀλλὰ τῇ ἑαυτοῦ δυνάμει ἀνατεθεικότα τοῦ πράγματος τὴν κατόρθωσιν, φωνῇ θεραπεύοντα, καὶ χειρὸς ἁφῇ. Κύριος γὰρ ὢν καὶ Θεὸς, ἰσοδυναμοῦσαν ἑαυτῷ, πρός γε τὸ δύνασθαι, φημὶ, νοσημάτων ἐλευθεροῦν, τὴν ἰδίαν ἀπέφηνε σάρκα. Ἔδει δὲ οὖν ἐντεῦθεν συνεῖναι λοιπὸν τοῦ κατ' αὐτὸν μυστηρίου τὴν δύναμιν. —(B f. 154) Οὐκοῦν εἴπερ τις ἦν ἀγχίνους ὁ ἀρχισυνάγωγος, ἐνενόησεν ἂν τίς τε καὶ ὅσος ἐστὶν ὁ Σωτὴρ, ἐκ τῆς οὕτω παραδόξου θεοσημείας, καὶ μὴ ταὐτὰ λέγειν τοῖς ὄχλοις, μηδὲ τοῖς θεραπευομένοις ἐγκαλεῖν τοῦ νόμου τὴν λύσιν, τῆς κατὰ τὸ Σάββατον ἀργίας τὴν παράδοσιν. Ἐργάσασθαι γὰρ ὅλως ἐστὶ τὸ θεραπεύεσθαι· ἀδικεῖται δὲ νόμος, Θεοῦ κατοικτείροντος καὶ ἐν ἡμέρᾳ Σαββάτου; Τίνι προστέταχεν ἀργεῖν ἐν Σαββάτῳ; Ἑαυτῷ μᾶλλον, ἢ σοί; Εἰ μὲν οὖν ἑαυτῷ, μὴ διοικείτω τὰ καθ' ἡμᾶς ἐν Σαββάτῳ· ἀργείτω καὶ ὁ τοῦ ἡλίου δρόμος, μὴ πιπτέτωσαν ὑετοὶ, στήτωσαν αἱ τῶν ὑδάτων πηγαὶ, καὶ ποταμῶν ἀεννάων φοραὶ, καὶ ἀνέμων χρεῖαι. Εἰ δέ σοι προστέταχεν ἀργεῖν, μὴ ἐγκάλει Θεῷ, τὸ καὶ ἐν Σαββάτῳ διδόναι τισὶ μετ' ἐξουσίας τὸν ἔλεον. Διὰ τί δὲ ὅλως καὶ ἀργεῖν ἐκέλευσεν ἐν Σαββάτῳ; Ἵνα, φησὶ, ἀναπαύσηται ὁ παῖς σου, καὶ ὁ βοῦς σου, καὶ τὸ ὑποζύγιόν σου, καὶ πᾶν κτῆνός σου. Ὅταν οὗν ἀναπαύσῃ τινὰς, νοσημάτων αὐτοὺς ἀνιεὶς, εἶτα τοῦτο κωλύῃς αὐτὸς, ἔλυσας ἐναργῶς τὸν ἐπὶ τῷ Σαββάτῳ νόμον, οὐκ ἐῶν ἀναπαύεσθαι τοὺς ἐν ἀλγήμασιν ὄντας καὶ νόσοις, οὓς ἔδησεν ὁ Σατανᾶς. (A f. 191 b) Ἀλλ' ὁ τῆς ἀχαρίστου Συναγωγῆς ἀρχισυνάγωγος, ἐπειδὴ εἶδε τὴν τὰ μέλη δεδεμένην