Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.776
Not analysed yet
γὰρ ἐν ἡμῖν, ἁγίους καὶ ἀμώμους ἀποτελεῖ· καὶ εἰς νοῦν καὶ καρδίαν εἰσδεδυκὼς, πνευματικοὺς ἀποφαίνει· ἵν' ὡς ὁ Παῦλός φησι, ὁλόκληρον ἡμῶν τὸ πνεῦμα, καὶ τὸ σῶμα, καὶ ψυχὴ ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Ὅτι γὰρ ἐν τῷ βάθει τῆς διανοίας ἡμῶν ὁ θεῖος εἰσχεῖται λόγος, σαφηνιεῖ λέγων ὁ τῶν ὅλων Θεὸς δι' ἑνὸς τῶν προφητῶν· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινὴν, διδοὺς νόμους μου· εἰς τὰς διανοίας αὐτῶν ἐπιγράψω αὐτούς.» Οὐκοῦν εἰς νοῦν καὶ καρδίαν, τὴν νοητὴν καὶ θείαν δεχώμεθα ζύμην, ἵνα διὰ τῆς οὕτω σεπτῆς καὶ ἁγίας ζύμης ἄζυμοι νοητῶς εὑρισκώμεθα. Εἰσδύνουσα γὰρ εἰς νοῦν τῆς εὐαγγελικῆς παιδεύσεως ἡ ζωοποιὸς ἐνέργεια, ψυχήν τε, καὶ σῶμα, καὶ πνεῦμα πρὸς τὴν ἰδίαν ὥσπερ ποιότητα μεταστοιχειοῖ. Εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σωζόμενοι; Ὁ δὲ εἶπε πρὸς αὐτούς· Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, κ. τ. λ. (A f. 195 b, B f. 135, D f. 55) Δοκεῖ πως ἡ ἀπόκρισις ἔξω φέρεσθαι σκοποῦ τοῦ ἐρωτήσαντος. Ὁ μὲν γὰρ ἠξίου μαθεῖν, εἰ ὀλίγοι οἱ σωζόμενοι· ὁ δὲ τὴν τοῦ δύνασθαι δικαιωθῆναι τρίβον ἐξηγεῖτο, λέγων· «Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης.» Τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; Ἔθος ἦν τῷ πάντων Σωτῆρι Χριστῷ, τοῖς ἐρωτῶσιν αὐτὸν ὑπαντᾷν, οὐχὶ πάντως κατὰ τὸ αὐτοῖς δοκοῦν, ἀλλ' εἰς τὸ χρήσιμόν τε καὶ ἀναγκαῖον τοῖς ἀκροωμένοις ὁρᾷν. Ἔδρα δὲ τοῦτο μάλιστα, ὅτε τις ἠξίου μαθεῖν τι τῶν ὅσα περιττά ἐστι καὶ ἀνόνητα. Τί γὰρ ἔδει φιλοπευστεῖν, πότερόν ποτε πολλοί τινες εἶεν ἢ ὀλίγοι οἱ σωζόμενοι; Τί τὸ ἐντεῦθεν ὄφελος ἐκβέβηκεν ἂν τοῖς ἀκροωμένοις; Ἦν δὲ ἀναγκαῖον καὶ λυσιτελὲς τὸ εἰδέναι μᾶλλον τὸν τρόπον δι' οὗπερ ἄν τις ἴοι πρὸς σωτηρίαν· οὐκοῦν οἰκονομικῶς πρὸς μὲν τὸ τῆς ἐρωτήσεως εἰκαῖον, ἀποσιγᾷ· μεθίστησι δὲ τοὺς λόγους ἐφ' ὅπερ ἦν ἀναγκαῖον· τοῦτο δὲ ἦν τὸ εἰδέναι δρᾷν ἐκεῖνα δι' ὧν ἦν δύνασθαι τὴν στενὴν καὶ τεθλιμμένην εἰσελάσαι πύλην. Τοῦτο γάρ που καὶ ἑτέρωθι διδάσκων φησίν· «Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι' αὐτῆς· στενὴ δὲ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, ὀλίγοι δέ εἰσιν οἱ εὑρίσκοντες αὐτήν.» Τοῖς γὰρ ἐθέλουσιν ἐλθεῖν, δεῖ δὴ πάντως πίστεως μὲν, καὶ πρό γε τῶν ἄλλων, ὀρθῆς· εἶτα, βίου ἀλήπτου κατά γε τὸ μέτρον τῆς ἀνθρωπίνης δικαιοσύνης. Οὕτω γάρ που καὶ ὁ προφήτης Δαβὶδ τὰς πρὸς Θεὸν ἱκεσίας ἐποιεῖτο λέγων· «Κρῖνον με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου.» Πλὴν οὐκ ἔνεστι τοῖς ἐθέλουσι βιοῦν ἁγίως, ἀκλητὶ δύνασθαι τοῦτο δρᾷν· ἀεὶ γάρ πώς ἐστι σκληρὰ καὶ ἀνάν-