Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.777
Not analysed yet
της, καὶ οὐ βάσιμος τοῖς πολλοῖς, ἡ εἰς ἀρετὴν ἀποφέρουσα τρίβος· εἰσελάσει δὲ ῥᾳδίως διὰ τῆς στενῆς πύλης, καὶ δραμεῖται τὴν τεθλιμμένην ὁ ἀγωνιζόμενος καὶ τοὺς τοιούτους πόνους αἱρούμενος. Γέγραπται γοῦν, ὅτι «Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν·» ὡς γὰρ αὐτὸς πάλιν ἔφη ὁ Κύριος· «Βιαστή ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.» Πλατεῖα δὲ ἡ πύλη, καὶ εὐρύχωρος ἡ ὁδὸς, ἡ πολλοὺς εἰς ὄλεθρον καταφέρουσα. Καὶ ὁποῖον ἂν νοηθείη τὸ πλάτος αὐτῆς; Αἰσχρὰ καὶ φιλήδονος ζωὴ, τρυφαὶ, καὶ κῶμοι, καὶ μέθαι, καὶ πάντα τὰ τῆς κακίας ἐπιτηδεύματα, ἡ φιλαργυρία, καὶ τῶν προσκαίρων δοξαρίων φαντασία κενὴ, τὸ ἀμνημονεῖν τῶν θείων ἐνταλμάτων, τὸ μὴ ἔχειν τὸν τοῦ Θεοῦ φόβον πρὸ ὀφθαλμῶν. Οὐκοῦν τῶν μὲν τοιούτων ἀποφοιτᾷν ἀναγκαῖον τοὺς εἰσβάλλειν ἐθέλοντας διὰ τῆς στενῆς πύλης, συνεῖναι δὲ καὶ συνεορτάζειν Χριστῷ· ὅτι γὰρ οἱ μὴ τοιοῦτοι ἀπόβλητοι, δι' ἐναργοῦς παραδείγματος διέδειξεν ὁ Σωτὴρ εἰπών· Ἀφ' οὗ ἂν εἰσέλθῃ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, κ. τ. λ. (A f. 197, B f. 135 b, C f. 137 b) Ὡς ἐπί τινος οἰκοδεσπότου πολλοὺς τῶν ἐπιτηδείων συναγηγερκότος εἰς ἑστίαν καὶ τράπεζαν, εἶτα προεισβεβηκότος μεθ' ὧν ἔδει τοῦτο δρᾷν, ἀποκλείσαντός τε τὴν θύραν, τοὺς μετὰ τοῦτο κρούοντας ἀκούσεσθαί φησιν· «Οὐκ οἶδα ὑμᾶς.» Γνῶσιν δὲ ἐνταῦθα οὐχ ἁπλῶς τὴν εἴδησιν λέγει, ἀλλὰ τὴν οἰκειότητα τὴν ἐν μεθέξει, τὴν ὡς ἐν χάριτι καὶ τιμῇ. Εἴπερ γὰρ ἡ γνῶσις μόνον ἡμῖν κατασημαίνεται εἴδησιν, πῶς ἠγνόησε τῶν ὄντων τινὰς, ὁ πάντα ἔχων γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, ὁ καὶ πρὶν γενέσεως πάντα εἰδώς; Οὐκοῦν οὐ μόνον ἀνόητον, ἀλλὰ καὶ δυσσεβὲς, τὸ ἀγνοῆσαί τινας ὑποτοπῆσαι τὸν Κύριον· οἰησόμεθα δὲ μᾶλλον εἰπεῖν αὐτὸν, ὡς οὐδαμόθεν τὴν οἰκειότητα τὴν πρὸς αὐτὸν καὶ σχέσιν ἐπάγονται. Οὐκ οἶδα γὰρ, φησὶ, γεγονότας ἀρετῆς ἐραστάς· οὐ τὸν ἐμὸν τιμήσαντας λόγον, ἀλλ' οὐδὲ συναφθέντας ἐμοὶ διὰ πράξεων ἀγαθῶν. Ἀκολούθως καὶ πρὸς Μωϋσέα εἴρηται· «Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ' ἐμοί·» ἀντὶ τοῦ· Ἐν οἰκειότητι τῇ ὑπὲρ πάντας ἐτέθης παρ' ἐμοὶ, καὶ πολλὴν ἐπορίσω τὴν χάριν. Οὐκοῦν καὶ περὶ τῶν οὐδαμόθεν οἰκειωθέντων αὐτῷ, λέγει· «Οὐκ οἶδα ὑμᾶς· ἀπόστητε ἀπ' ἐμοῦ, ἐργάται τῆς ἀδικίας.» —»Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος.» Τίνες δ' ἂν νοηθεῖεν οἱ λέγοντες τῷ Χριστῷ τό· Ἐφάγομεν καὶ ἐπίομεν ἐνώπιόν σου; Ἁρμόσειεν ἂν ὁ τοιόσδε λόγος μάλιστα τοῖς ἐξ Ἰσραὴλ, οἷς δὴ καὶ ἔφη Χριστὸς, ὅτι «Ὄψεσθε τοὺς περὶ τὸν Ἀβραὰμ καὶ τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ἑαυτοὺς δὲ ἐκβαλλομένους ἔξω.» Πῶς οὖν ἤσθιον καὶ ἔπινον