Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.780
Not analysed yet
ἐνώπιον τοῦ Θεοῦ; τὴν νομικὴν τελοῦντες λατρείαν· προσκομίζοντες γὰρ τῷ Θεῷ τὰς δι' αἵματος θυσίας, ἤσθιον καὶ ηὐφραίνοντο· ἠκροῶντο δὲ καὶ ἐν ταῖς συναγωγαῖς τῶν Μωϋσέως βιβλίων, οὐ τὰ ἑαυτοῦ γεγραφότος μᾶλλον, ἑρμηνεύοντος δὲ τὰ παρὰ τοῦ Θεοῦ· προανετίθει γὰρ ἀεὶ τῆς ἑαυτοῦ φωνῆς τό· «Τάδε λέγει Κύριος.» Ἀλλ' οὐκ ἀρκεῖ πρὸς δικαίωσιν ἡ δι' αἱμάτων λατρεία· οὐδ' ἂν ἀπονίψαιτό τις μολυσμοὺς, ἀκροατὴς μὲν τῶν θείων γενόμενος νόμων, πεπραχὼς δὲ οὐδὲν τῶν κεκελευσμένων· καὶ ἑτέρως δὲ τὴν πίστιν οὐ προσηκάμενοι τὴν δικαιοῦσαν τὸν ἀσεβῆ, οὐδὲ τοῖς εὐαγγελικοῖς θεσπίσμασιν ἀκολουθήσαντες, δι' ὧν ἦν δύνασθαι τὴν εὐφυᾶ καὶ ἐξειλεγμένην ἐξασκῆσαι ζωὴν, πῶς ἂν εἰσελάσειαν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ; Ἐπαριθμήσεις τοῖς ὠνομασμένοις καὶ ἑτέρους τινὰς δυναμένους εἰπεῖν ἔσθ' ὅτε τῷ πάντων Κριτῇ· Ἐφάγομεν ἐνώπιόν σου, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας. Καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν; Πολλοὶ πεπιστεύκασιν εἰς Χριστὸν, καὶ τὰς ἁγίας ἐπ' αὐτῷ τελοῦσιν ἑορτὰς, φοιτῶντες δὲ καὶ ἐν ἐκκλησίαις, τῶν εὐαγγελικῶν ἀκροῶνται παιδευμάτων· ἀποτίθενται δὲ εἰς νοῦν τῶν γεγραμμένων οὐδέν· ἀλλὰ καὶ πνευματικῆς εὐκαρπίας γυμνὴν ἔχουσι τὴν καρδίαν· κλαύσονται οὖν καὶ οὗτοι πικρῶς, καὶ βρύξουσι τοὺς ὀδόντας; ἀρνήσεται γὰρ καὶ αὐτοὺς ὁ Κύριος. Ἔφη γοῦν· «Οὐ πᾶς ὁ λέγων μοι, Κύριε Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, κ. τ. λ. (A f. 198, B f. 136) Πολλοὶ συνελεύσονται τοῖς ἁγίοις, αὐτοὶ δὲ ἐξωσθήσονται· καὶ τὴν πρώτην ἐσχηκότες τάξιν, τὴν δευτέραν ἕξουσι τότε, προτεταγμένων ἑτέρων· ὃ καὶ γέγονε· προτετίμηνται γὰρ τὰ ἔθνη τῆς Ἰουδαίων ἀγέλης· εἰ καὶ περὶ πολλῶν ἑτέρων καὶ ἀδιορίστως τοῦτο εἴρηται. Ἔσονται οἱ ἐξ ἐθνῶν πιστοὶ πρῶτοι, οἱ δοκοῦντες ἔσχατοι νῦν, ὡς ἔσχατοι τὸν Θεὸν ἐπιγνόντες· ἔσονται δὲ τότε πρῶτοι διὰ τὴν εἰλικρινῆ πίστιν αὐτῶν· οἱ δὲ ἄπιστοι Ἰουδαῖοι, οἳ δοκοῦσι μὲν πρῶτοι νῦν, ὡς πρῶτοι τὸν Θεὸν ἐπιγνόντες (υἱὸς γὰρ, φησὶ, πρωτότοκός μου Ἰσραὴλ), ἔσονται τότε ἔσχατοι διὰ τὴν ἀπιστίαν αὐτῶν. Νοεῖται δὲ ὁ λόγος καὶ περὶ τῶν πιστῶν τῶν δοκούντων μὲν εἶναι ἐσχάτων ἐν τῷ παρόντι βίῳ, ἐσομένων δὲ πρώτων ἐν τῷ μέλλοντι αἰῶνι, καὶ αὖθις ἐναλλάξ. —(A f. 198) Ὅτι δὲ ἔμελλον Ἰουδαῖοι τῆς πρὸς αὐτὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, ὁλοτρόπως ἀπολισθεῖν, ἀντεισενεχθήσεσθαι δὲ τῶν ἐθνῶν ἡ πληθὺς, διέδειξεν εἰπών· «Ὅτι ἐξ ἠοῦς καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ νότου κεκλημένοι πολλοὶ συναναπαύσονται τοῖς ἁγίοις.» Αὐτοί γε μὴν ἐξωσθήσονται· [οὗτοι δὲ] ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. —(A f. 198 b) Καὶ πρῶτον μὲν καιρὸν λογιούμεθα, ὡς εἴρηται, καθ' ὃν ἦν ἐν παραδείσῳ Ἀδάμ. Δεύτε-