Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.784
Not analysed yet
οἷόν τε γενέσθαι· ἀλλ' ἡ τοὺς προφήτας ἀεὶ μελετηκυῖα φονεύειν, ἤξει καὶ ἐπὶ τὸν τῶν προφητῶν Κύριον. Πολλοῖς δὲ ἁγίων αἵμασι ποιεῖται ἔνοχον τὴν Ἱερουσαλήμ· καὶ τί τὸ ἐντεῦθεν; Ἀπολισθεῖν τῆς πρὸς Θεὸν οἰκειότητος, δῆλον δὲ ὅτι πνευματικῆς, ἔμελλον ἀποπέμπεσθαι τῆς τῶν ἁγίων ἐλπίδος. Τοῦτο λέγων, τὸν τόπον ἐδήλου ἐφ' οὗ τὸ πάθος ἔμελλεν ὑπομένειν. —(A f. 199) Ὅτι δὲ ἦσαν ἀμνήμονες τῶν παρὰ Θεοῦ χαρισμάτων, δυσάγωγοί τε καὶ ὀκνηροὶ πρὸς πᾶν ὁτιοῦν τῶν ὠφελούντων αὐτοὺς, διέδειξεν εἰπών· «Ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα,» κ. τ. λ. Πεπαιδαγώγηκε γὰρ διὰ τοῦ πανσόφου Μωϋσέως, νενουθέτηκε διὰ προφητῶν ἁγίων· ἠθέλησεν ὑπὸ πτέρυγας, τουτέστι ὑπὸ σκέπην τῆς ἑαυτοῦ δυνάμεως ἔχειν αὐτοὺς, οἱ δέ γε τῶν οὕτως εὐκταιοτάτων διημαρτήκασιν ἀγαθῶν, ἀμνήμονες καὶ ἀχάριστοι ὄντες. Οὐ μὴ ἴδητε, ἕως ἂν ἥξει ὅτε εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (A f. 199 b, B f. 137 b) Ἀποπεφοίτηκε γὰρ τῶν Ἱεροσολύμων ὁ Κύριος, ὡς ἀναξίους ὄντας τῆς ἑαυτοῦ παρουσίας ἀφεὶς τοὺς εἰπόντας· «Ἔξελθε, καὶ πορεύου ἐντεῦθεν.» Εἶτα περινοστήσας τὴν Ἰουδαίαν, καὶ διασώσας πολλοὺς, καὶ σημείων ἀποτελεστὴς τῶν ὑπὲρ λόγον γεγενημένος, ὑπενόστησε πάλιν ἐν τοῖς Ἱεροσολύμοις, τότε δὴ, τότε κεκάθικεν ἐπὶ τὸν πῶλον τῆς ὄνου, ὄχλοι δὲ πολλοὶ καὶ παῖδες ἄνηβοι, τὰ κάλυντρα τῶν φοινίκων ἀνατείνοντες, προεβάδιζον, εὐφημοῦντές τε καὶ λέγοντες, «Ὡσαννὰ τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.» Οὐκοῦν ἀναξίους ὄντας ἀφεὶς, τότε πάλιν αὐτοῖς ὀφθήσεσθαί φησιν, ὅταν ὁ τοῦ πάθους ἐνστῇ καιρός· τότε γὰρ ἀνέβη πάλιν εἰς Ἱεροσόλυμα, καὶ εἰσήλασεν εὐφημούμενος· καὶ κατ' ἐκεῖνο τοῦ καιροῦ τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπέστη πάθος. ΚΕΦΑΛ. ΙΔʹ. Εἰ ἔξεστι τῷ Σαββάτῳ θεραπεύειν; (A f. 200) Ἤρετο τοὺς νομικοὺς καὶ τοὺς Φαρισαίους ὁ Κύριος, πότερόν ποτε ἔξεστι τῷ Σαββάτῳ θεραπεύειν, ἢ οὔ; οἱ δὲ, φησὶν, ἐσίγησαν. Ἀνθ' ὅτου σεσίγηκας, ὦ νομικέ; Εἰπέ τι τῶν γεγραμμένων· ἐπίδειξον τὸν διὰ Μωϋσέως νόμον διαβεβληκότα ποτὲ τὸ εὖ ποιεῖν ἐν Σαββάτῳ, εἰ σκληροὺς ἡμᾶς καὶ ἀφιλοικτείρμονας εἶναι βούλεται διὰ τὴν τῶν Σαββάτων ἀργίαν. Ἀλλ' οὐκ ἂν ἔχοις ἐπιδεῖξαι τοῦτό ποθεν. Ἐπειδὴ δὲ δυστρόπως σεσιγήκασι, παραλύει Χριστὸς τὴν ἄθραυστον αὐτῶν ἀναισχυντίαν, λογισμοῖς ἀναγκαίοις εἰς τοῦτο χρώμενος. Εἰ κεκώλυκε, φησὶν, ὁ νόμος ἐλεεῖν ἐν Σαββάτῳ, πῶς ἐποικτείρεις αὐτὸς ὄνον [cod. τὸν] εἰς φρέαρ καταπεσόντα; Μὴ φροντίσῃς υἱοῦ κινδυνεύοντος ἐν Σαββάτῳ; Ἐπιτίμησον τῷ τῆς διαθέσεως κέντρῳ, εἴπερ