Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.785
Not analysed yet
οἶσθα σκληρὸν ὄντα τὸν νομοθέτην καὶ ἀφιλο[ι]κτείρμονα· μηδὲ νέμε χεῖρα τῷ κάμνοντι, προτιθεὶς αὐτοῦ τὴν εἰς τὸν νόμον αἰδὼ, μᾶλλον δὲ τὴν ἀργίαν τὴν ἀλογωτάτην, εἰ μή σοι δοκεῖ πνευματικὸν εἰδέναι Σαββατισμόν. Οὐ καταλήγει τοῦ εἶναι χρηστὸς ὁ τῶν ὅλων Θεὸς, ἀγαθός ἐστι καὶ φιλάνθρωπος· οὐκ ἀπανθρωπίας τὸν Μωϋσέως νόμον ἐτίθει διδάσκαλον, ἀγάπης δὲ μᾶλλον τῆς εἰς τὸν πέλας εἰσηγητήν. Εἶτα, πῶς ἦν εἰκὸς τὴν οὕτω σεπτὴν καὶ ἀξιάγαστον ἐντολὴν ἀτονεῖν ἐν Σαββάτῳ, κατὰ βούλησιν Θεοῦ; Τί οὖν σεσίγηκας, νομικέ; Ἠπόρησας ὁμολογουμένως. Μακρὰ τοιγαροῦν χαίρειν εἰπὼν ταῖς βασκανίαις τῶν Ἰουδαίων, ἀπαλλάττει τοῦ νοσεῖν τὸν ὑδέρῳ κεκρατημένον· ὃς δεδιὼς τοὺς Φαρισαίους, οὐ προσῆλθεν αἰτῶν θεραπευθῆναι διὰ τὸ Σάββατον, ἀλλὰ μόνον ἔστη ἐνώπιον αὐτοῦ, ἵνα ἐκ τῆς θέας ἐλεήσας αὐτὸν, θεραπεύσῃ. Ὅνπερ εἰδὼς ὁ Κύριος, ὡς ἐμβατεύων αὐτοῦ τὴν ψυχὴν ὡς Θεὸς, οὐκ ἐρωτᾷ αὐτὸν εἰ θέλει ὑγιὴς γενέσθαι, ἀλλ' εὐθέως ἐθεράπευσεν αὐτόν· ᾔδει γὰρ ὅτι ἤθελε· καὶ γὰρ ἵνα τύχῃ τῆς θεραπείας, ἵστατο ἔμπροσθεν αὐτοῦ καὶ ἐσιώπα. Ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο. (A f. 200, B f. 138 b, C f. 138 b, D f. 56 b) Ἐπειδὴ τῶν κεκλημένων ἐθεᾶτό τινας, ὡς μέγα τι χρῆμα καὶ ἀξιόληπτον, τὰς πρωτοκλισίας ἀσυνέτως ἁρπάζοντας, ἀναγκαίως ἵν' αὐτούς τε καὶ ἡμᾶς ὠφελῇ, ματαίας δόξης καταφρονεῖν παρεγγυᾷ. Καὶ δοκεῖ μὲν ἵσως τισὶ, μικρά πως εἶναι ταυτὶ, καὶ οὐ πολλῆς ἄξια φροντίδος· ὅταν δέ τις αὐτοῖς τὸν τῆς διανοίας ὀφθαλμὸν ἐνερείσῃ, τὸ τηνικάδε μαθήσεται ὁποίου μὲν ἀπαλλάττει μώμου τὸν ἄνθρωπον, ὅσον δὲ τὸ κόσμιον αὐτῷ ἐνεργάζεται. Τὸ μὲν γὰρ τιμαῖς ἡμᾶς ταῖς ἀναρμόστοις, ἤγουν οὐ πάντη τε καὶ πάντως ὀφειλομέναις ἡμῖν προχείρως ἐπιπηδᾷν. ἀσυνέτους ἡμᾶς ἀποφαίνει. Ὅταν γὰρ, φησὶ, ἔλθῃ ὁ ἐντιμότερός σου, «ἐρεῖ σοι ὁ σὲ καὶ αὐτὸν καλέσας· Δὸς τούτῳ τόπον·» ὢ πόσης αἰσχύνης τὸ πρᾶγμα μεμέστωται. Σώφρων δὲ καὶ ἀξιοθαύμαστος, ὁ μετὸν αὐτῷ ἀνεπιπλήκτως τοῖς πρώτοις κατασεμνύνεσθαι, τούτου μὲν οὐκ ἐφιέμενος, μόνον δὲ οὐχὶ τὰ ἑαυτοῦ παραχωρῶν ἑτέροις, ὑπέρ γε τοῦ μὴ δοκεῖν ἡττᾶσθαι φιλοδοξίας, ὁ τοιοῦτος ὡς ὄφλημα λήψεται τιμήν· ἀκούσεται γὰρ παρὰ τοῦ κεκληκότος· Προσανάβηθι ὧδε. Μέγα δὴ οὖν καὶ ἐξαίρετον ἀγαθὸν, τὸ μέτριον φρόνημα. Εἰ γάρ τις ἑτέρων προτάττεσθαι ζητεῖ, κερδαινέτω τοῦτο διὰ τῆς ἄνωθεν ψήφου, καὶ στεφανούσθω τιμαῖς ταῖς παρὰ Θεοῦ, νικάτω πολλοὺς τῇ τῶν ἀρετῶν λαμπρότητι, τῇ ταπεινοφροσύνῃ· ὑψηλὸν γὰρ παρὰ Θεῷ τὸ συνεσταλμένον φρόνημα· μιμητὴς γίνεται Χριστοῦ τοῦ εἰπόντος· «Μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.» Ταῦτα δὲ λέγων, οὐκέτι ἐπιπλήττει βαρέως, ἀλλὰ παραινεῖ χρηστῶς· ταὐτὸ ποιούσης καὶ τῆς παραινέσεως, μᾶλλον δὲ καὶ πλέον ἐπὶ τῶν εὐαισθήτων. Ὅτι καὶ προαγωγότερον ἀφίστησιν ἀπὸ τῆς φιλοτιμίας ἡ πρὸς τὰ τῆς φιλοτιμίας ἀποτροπή· μικρῶ δὲ