Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.789
Not analysed yet
ὅλων Δημιουργὸς καὶ Πατὴρ τῆς δόξης μέγα πεποίηκε δεῖπνον, τουτέστιν οἰκουμενικὴν εἰργάσατο πανήγυριν, δῆλον δὲ ὅτι τὴν ἐπὶ Χριστῷ· ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς, καὶ οἷον ἐπὶ δυσμαῖς αἰῶνος τοῦ καθ' ἡμᾶς, ἐπέφανεν ἡμῖν ὁ Υἱὸς, ὅτε καὶ τὸν δι' ἡμᾶς ὑπέστη θάνατον, καὶ δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ σάρκα φαγεῖν, ἄρτος ὢν ἐξ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· πρὸς ἑσπέραν δὲ καὶ ὑπὸ λύχνοις καὶ ἀμνὸς ἐσφάζετο κατὰ τὸν Μωϋσέως νόμον. Δεῖπνον οὖν εἰκότως ἡ ἐν Χριστῷ κλῆσις ὠνόμασται· εἶτα, τίς ἐστιν ὁ ἀπεσταλμένος, ὃν δὴ καὶ δοῦλον εἶναί φησιν; Αὐτός που τάχα Χριστός· Θεὸς γὰρ ὢν φύσει, καὶ Υἱὸς ἀληθινὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Ἔστι τοίνυν Κύριος μὲν τῶν ὅλων, ὡς Θεὸς ἐκ Θεοῦ· τήν γε μὴν τοῦ δούλου κλῆσιν ἐφαρμόσειέ τις ἂν εἰκότως τοῖς τῆς ἀνθρωπότητος αὐτοῦ μέτροις. Πότε δὲ ἀπεστάλη; Τῇ ὥρᾳ τοῦ δείπνου, φησί· οὐ γὰρ ἐν ἀρχαῖς τοῦ αἰῶνος τούτου καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ Πατρὸς Λόγος, καὶ γέγονεν ἐν εἴδει τῷ καθ' ἡμᾶς, ἐν καιροῖς δὲ μᾶλλον καθ' οὓς αὐτὸς ἠθέλησεν ὁ δυνάστης, δῆλον δὲ ὅτι τοῖς τελευταίοις, καθὰ φθάσαντες εἴπομεν. Ὁποῖος δὲ γέγονεν ὁ τοῦ κεκληκότος λόγος; «Ἔρχεσθε, ὡς ἤδη ἕτοιμά ἐστι πάντα.» Ἡτοίμασε γὰρ τοῖς ἐπὶ γῆς ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ τὰ δι' αὐτοῦ τῷ κόσμῳ δεδωρημένα ἀγαθὰ, ἁμαρτιῶν ἀπόθεσιν, Πνεύματος ἁγίου μέθεξιν, υἱοθεσίας λαμπρότητα, βασιλείαν οὐρανῶν. Ἐπὶ ταῦτα κέκληκεν ὁ Χριστὸς, διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων, καὶ πρό γε τῶν ἄλλων, τὸν Ἰσραήλ. Ἆρ' οὖν ἐβουλεύσαντό τι χρηστὸν ἐν ἑαυτοῖς; Ἆρα τεθαυμάκασι τοῦ κεκληκότος τὴν ἡμερότητα, τοῦ διακονοῦντος τῇ κλήσει τὴν οἰκονομίαν; Οὐ μὲν οὖν· ἀλλ' ἠτίμασαν καὶ τὸν καλοῦντα καὶ τὸν ἀπεσταλμένον· καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες, τουτέστιν ἐξ ἑνὸς συνθήματος. Καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες. (E f. 20 b) Ὁρᾷς ὅτι τοῖς γεωδεστέροις ἀσυνέτως προσνενευκότες οὐχ ὁρῶσι τὰ νοητὰ, καὶ τῶν ἐν ἐλπίσι ταῖς παρὰ Θεῷ οὐδένα ποιοῦνται λόγον. Εἶτα τίνες νοηθεῖεν ἂν οἱ παραιτησάμενοι ἀγρῶν τε καὶ γεωργίας ἔνεκα, καὶ παιδοποιΐας σαρκικῆς, ἢ τάχα που τῆς Ἰουδαίων συναγωγῆς οἱ προεστηκότες; Ἄνδρες ἁδροὶ τὰ βαλάντια, καὶ φιλοκερδείας ἡττώμενοι, καὶ πᾶσαν εἰς τοῦτο δαπανῶντες σπουδήν. Διὰ πάσης γὰρ, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς, ἐπ' αὐτοῖς δὲ τούτοις διαβεβλημένους ἔνεστιν ἰδεῖν. —(A f. 202 b) Καὶ ὅταν ἀκούσῃς, ὅτι ἀπέστειλεν ὁ ἑστιάτωρ τὸν δοῦλον αὐτοῦ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ, καὶ τὴν δουλείαν λογίζῃ καὶ τὴν ἀποστολήν. Τί ποτε δὲ εἰπεῖν ἀπεστάλη τοῖς διὰ νόμου κεκλημένοις Ἰουδαίοις; «Ἔρχεσθε, ἤδη ἕτοιμά ἐστι πάντα.» Πλὴν τῶν Ἰουδαϊκῶν ἀρχόντων τὴν κλῆσιν παραιτησαμένων, καθὼς αὐτοὶ ἔλεγον· «Μή τις τῶν ἀρχόντων ἢ τῶν Φαρισαίων ἐπίστευσεν εἰς αὐτόν;» ὠργίσθη ὁ οἰκοδεσπότης, ὡς ἀξίων ὄντων παθεῖν τὰ ἀπὸ τοῦ θυμοῦ καὶ τῆς ὀργῆς.