Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.788
Not analysed yet
οὕτω τῷ παραδείγματι τῷ κατὰ τὰ δεῖπνα, τὴν τῶν φιλοτίμων καθαίρεσιν ὑποδεικνὺς, καὶ τὴν τῶν ἀφιλοτίμων ὕψωσιν, μέγα τῷ μικρῷ προστίθησι, καθολικὸν ἐπιφέρων τὸ, ὅτι «Πᾶς ὁ ὑψῶν ἑαυτὸν, ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται.» Ὅπερ τῆς θείας ἤρτηται κρίσεως, καὶ οὐ πάντως κατὰ τὴν τῶν ἀνθρώπων ἐπιτελεῖται συνήθειαν. Ἐπεὶ πολλοὶ καὶ τιμῆς ὀρεχθέντες, ἐπέτυχον τῆς εὐτελοῦς ταύτης τιμῆς· καὶ ἄλλοι ἑαυτοὺς ταπεινώσαντες, ἔμειναν ἀγέραστοι. Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, κ. τ. λ. (A f. 200 b, B f. 139, D f. 56 b) Ἀλλὰ τοῦτο μὲν περὶ τῆς ταπεινοφροσύνης τὸ παράγγελμα· καλὸν δὲ καὶ πρὸς τοὺς καλοῦντας ἐπιφέρει τὸ δίδαγμα, μέγαν εἰσάγων τῆς παρὰ ἀνθρώποις δεξιώσεως τὸν σκοπὸν, καὶ τὸν καρπὸν ἀξιοσπούδαστον, εἰ καὶ μακρὰν οὗτος καὶ οὐκ ἔχων παραχρῆμα τὴν ἀνταπόδοσιν, ὅπερ οἱ μικρόψυχοι ποιοῦσι· φίλους καλοῦντες, ἀδελφοὺς, συγγενεῖς, γείτονας, ἵν' εὐθὺς ἀντικληθέντες, κομίσαιντο τοῦτο· οὗ πολλῷ κάλλιον καὶ μεγαλοπρεπέστερον εἰσήγαγεν ὁ Κύριος, τὸ τοὺς δεομένους καλεῖν, τὸ πρὸς τοὺς ἀσθενεῖς καὶ λελωβημένους φιλανθρωπεύεσθαι, παρ' ὧν οὐκ ἔστιν ἀνταπόδοσις, ἀλλὰ Θεὸς ὁ ἀνταποδιδοὺς τῆς φιλανθρωπίας τὴν τιμὴν ἐπὶ τῆς μελλούσης ζωῆς. Τοῦτο δέ φησιν, οὐχ ἵνα τῆς πρὸς τοὺς ἰδίους ἀπείρξῃ τιμῆς, ἀλλ' ἵνα διδάξῃ μὴ πιπράσκειν τὰς φιλοφροσύνας τῶν ἴσων ἀνταποδόσεων, ἀλλ' ὠφελίμους ποιεῖσθαι ταύτας, ἐπὶ μεγάλαις ἀντιδόσεσι ταῖς παρὰ Θεοῦ. Ἐρεῖ γάρ· «Δεῦτε, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν,» καὶ τὰ ἑξῆς. «Ἐφ' ὅσον γὰρ ἐποιήσατε ἑνὶ τούτων, ἐμοὶ ἐποιήσατε.» Μακάριος ὂς φάγεται ἄριστον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. (A f. 201) Εἰκὸς δή που τὸν ἄνθρωπον οὔπω μὲν εἶναι πνευματικὸν, ψυχικὸν δὲ μᾶλλον, καὶ ἀνεπιτηδείως ἔχοντα πρὸς σύνεσιν ἀκριβῆ τῶν λαλουμένων παρὰ Χριστοῦ· ἦν γὰρ τῶν ἀπίστων ἔτι καὶ οὔπω πεφωτισμένων· ᾠήθη δὲ τὰς σωματικὰς ἔσεσθαι τῶν ἁγίων τὰς ἀμοιβὰς ὧν ἂν δράσειαν, εἰς ἑτέρους ἀγαθουργεῖν ᾑρημένοι. Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα. (A f. 201 b, D f. 57, E f. 204) Πολυπραγμονήσωμεν πρό γε τῶν ἄλλων, ὁποία τις ἦν ἡ πρόφασις τῷ μὴ ἐπ' ἀρίστῳ μᾶλλον, ἀλλ' ὡς ἐπὶ δείπνῳ κεκλῆσθαι πολλούς· μᾶλλον δὲ πρὸ τούτων, τίς ἂν νοηθείη πρὸς ἡμῶν ὁ ἄνθρωπος ὁ τὸν δειπνοκλήτορα πεπομφώς· τίς δὲ καὶ ὁ δειπνοκλήτωρ, καὶ τίνες ὅλως οἱ κεκλημένοι μὲν, ἀτιμάσαντες δὲ τὴν κλῆσιν. Οὐκοῦν ὁ μὲν ἄνθρωπος νοηθείη ἂν ὁ Θεὸς καὶ Πατήρ· αἱ γὰρ εἰκόνες πλάττονται πρὸς τὸ ἀληθὲς, οὐκ αὐταὶ πάντως εἰσὶν ἡ ἀλήθεια. Οὗτος δὴ οὖν ὁ τῶν