Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.793
Not analysed yet
Ὁρᾷς ὅπως τινὶ χαλινῷ περιτρέπει πρὸς ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς τοὺς ἀγρίως ἀποσκιρτήσαντας; Ἀγαθὸς γάρ ἐστι καὶ φιλάνθρωπος, καὶ πάντας τοὺς ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ, κ. τ. λ. (A f. 204, B f. 145) Οὐκοῦν λέγων τὸ, Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τοὺς καθ' αἷμα καὶ αὐτὴν τὴν ψυχὴν, οὐ τοὺς τῆς ἐμφύτου φιλοστοργίας ἀτιμάζει νόμους, οὐδὲ τῆς φυσικῆς διαθέσεως, τῆς ὀφειλομένης γονεῦσι μὲν παρὰ τέκνων, γυναιξὶ δὲ παρὰ τῶν συνηρμοσμένων, ἀδελφοῖς δὲ πρὸς ἀδελφοὺς, καταφρονητὰς εἶναι διδάσκει, ἐχθροὺς ποιησαμένους τοὺς οἰκειοτάτους, ἵνα συνῶμεν αὐτῷ καὶ ἀκολουθεῖν ἰσχύσωμεν· ὁ γὰρ κελεύων ἀγαπᾷν τοὺς ἐχθροὺς, πῶς ἂν ἠθέλησε μισεῖν τοὺς κατὰ φύσιν οἰκείους; Οὔτε οὖν ἀγνοῆσαι τὴν φύσιν, οὔτε δουλεῦσαι προστάττει Χριστὸς, ἀλλὰ χρῆσθαι τῇ φύσει πρὸς τὸ ἄμεινον καὶ σωτήριον· συνεπάγεσθαι γὰρ τὸ οἰκεῖον θέλει εἰς τὴν αὐτοῦ Χριστοῦ φιλίαν, ἀλλὰ μὴ ἀφέλκεσθαι διὰ τοῦ οἰκείου τῆς θείας ἀγάπης· ἐπεὶ τό γε τιμᾷν γονέας καὶ αὐτῷ τῷ Κυρίῳ δοκεῖ. Καὶ τὸ ἐκτρέφειν τὰ τέκνα Παῦλος εἰσηγεῖται· ἀλλὰ καὶ γονεῦσιν ὑπακούειν δεῖ, φησὶν, ἐν Κυρίῳ· καὶ νουθεσίᾳ Κυρίου καὶ τὰς ἑαυτῶν γυναῖκας ἀγαπᾷν τοῖς ἀνδράσιν εἰσηγήσατο, ἀλλ' ἐν μιμήσει Χριστοῦ τοῦ τὴν Ἐκκλησίαν ἀγαπήσαντος. Καὶ ταῖς γυναιξὶ δὲ τοὺς ἄνδρας φοβεῖσθαι, ἀλλ' Ἐκκλησίας τύπῳ τῆς φοβουμένης Χριστόν· οὐ γὰρ οἰκείους γε ὄντας τῇ πίστει τοὺς οἰκείους μισητέον. «Εἰ γάρ τις τῶν ἰδίων, φησὶ, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται.» Ἑνὶ δὲ λόγῳ, προκειμένου σκοποῦ τοῦ Χριστῷ ἀκολουθεῖν, εἴ τι τούτῳ σύμφωνον, αἱρετέον· τὸ δὲ μὴ σύμφωνον, παραιτητέον. Καὶ γὰρ εἰ ζῶντας τὴν ἐν σαρκὶ ζωὴν ἔνεστι τὸ Χριστοῦ σέβας διαφυλάττειν, οὐ φευκτέον τὴν ἐν σώματι ζωὴν, ἀλλὰ συντηρητέον ταύτην, ὡς ὁ Παῦλος, ἡνίκα διὰ θυρίδος ἐν σαργάνῃ χαλασθεὶς, ἐκφεύγει τὰς Ἀρέτα χεῖρας, ἵνα ζῶν ἔτι κηρύττῃ Χριστὸν, καὶ μὴ θᾶττον ἀναιρεθεὶς, ἐμποδίσῃ τὸ κήρυγμα· ὅπου δὲ ἔδει καὶ τῆς ζωῆς καταφρονεῖν ὑπὲρ τοῦ τελειῶσαι τὸν δρόμον, οὐδὲ τὴν ψυχὴν ἔφη ποιεῖσθαι τιμίαν ἑαυτῷ· καὶ Χριστὸν ἐφ' ἑκάτερα προὐτίθετο σκοπὸν, ἐπί τε τὸ ζῇν καὶ τὸ τεθνάναι. «Ἐμοὶ γὰρ, φησὶ, τὸ ζῇν, Χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος.» Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι, κ. τ. λ. (A f. 205, B f. 143) Ὁποία τις ἡ πρόφασις, ἡ πρός γε τούτους παρενεγκοῦσα τοὺς λόγους, εἰπεῖν ἀναγκαῖον. Τὸ εὐαγγελικὸν δεῖπνον ἐν τοῖς προλαβοῦσιν ἔφη τελεῖσθαι μέγα, εἰς ὃ κέκληνται πολλοὶ παρὰ τοῦ προσθέντος αὐτοῖς τὴν πανήγυριν. Ἀλλ' ἦσαν πρὸς τοῦτο ῥᾴθυμοί τινες· παρῃτοῦντο γὰρ, φησὶν, ἀπὸ μιᾶς, λέγοντες, ὁ μὲν ὅτι Ἀγρὸν ἠγόρασα,