Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.796
Not analysed yet
ὁ δὲ ὅτι Ζεύγη βοῶν ἐπριάμην, ὁ δὲ ὅτι Γυναῖκα ἔγημα, καὶ οὐ δύναμαι ἐλθεῖν· καὶ τοιαύταις τισὶν εὑρεσιλογίαις χρώμενοι, λελυπήκασι τὸν κεκληκότα. Ἔδει τοίνυν ἡμᾶς εἰδέναι καὶ μάλα σαφῶς, ὅτι Θεοῦ καλοῦντος εἰς ἑαυτὸν, τῶν εἰς σάρκα καὶ περὶ αὐτὴν ἐπιθυμιῶν καταφρονητὰς εἶναι προσήκει. Εἶτα δυσὶ κέχρηται παραδείγμασιν, ἀκονῶν εἰς ἄμαχον εὐανδρίαν τοὺς ἑαυτοῦ γνωρίμους. Εἰ γὰρ δή τις βούλοιτο, φησὶν, οἰκοδομῆσαι πύργον, τὰ πρὸς ἀπαρτισμὸν ἑτοιμασάμενος πρότερον, οὕτως τῇ οἰκοδομῇ ἐπιβάλλεται· [καὶ εἴ τις βασιλεὺς πορεύῃ συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, πρῶτον βουλεύεται] εἰ εὐσθενὴς ᾖ πρὸς ἀντίστασιν, ἢ μή· ἵν' ἢ θαῤῥήσῃ τὸν πόλεμον, ἢ τὴν εἰρήνην ἕλοιτο. Ταὐτὸ δὴ τοῦτο καὶ τοὺς πιστεύοντας ἀπαιτεῖ· δεῖ γὰρ τοὺς τὴν εὐκλεᾶ καὶ ἀμώμητον ζωὴν κατορθοῦν ἑλομένους, τὴν ἀρκοῦσαν εἰς τοῦτο προθυμίαν ἐγκαταθέσθαι τῷ νῷ, μεμνῆσθαί τε τοῦ λέγοντος· «Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον.» Οἶς δὲ οὐκ ἔνεστι προθυμία τοιαύτη, οὗτοι πῶς ἂν ἰσχύσειαν τὸν προτεθέντα αὐτοῖς ἀποπεράναι σκοπόν; —(A f. 205) Τί τὸ ἐντεῦθεν ὑποδηλούμενον; «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ἐν τοῖς ἐπουρανίοις.» Ἔστι δέ τις καὶ ἑτέρων ἡμῖν πολεμίων ἑσμὸς, τὸ φρόνημα τῆς σαρκὸς, ὁ ἐν τοῖς μέλεσιν ἡμῶν ἀγριαίνων νόμος τὰ πολύτροπα πάθη· πρὸς ταῦτα ἡμῖν ἡ πάλη, αὕτη τῶν ἐχθρῶν ἡ ἀγρία πληθύς. Πῶς οὖν ἄρα περιεσόμεθα; Ὅταν πιστεύωμεν, ὅτι «ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν, κατὰ τὸ γεγραμμένον, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.» Οὕτως αὐτὸς ἑαυτὸν διαθεὶς, ἔφη τις τῶν ἁγίων προφήτων· «Ἰδοὺ Κύριος βοηθεῖ μοι, τίς κακώσει με;» Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;» καὶ τὰ λοιπά. Αὐτὸς γάρ ἐστιν ἡμῶν ἡ ἰσχύς. Καλὸν τὸ ἅλας. (A f. 206, C f. 139 b) Ὥσπερ δὲ ἄνευ ἁλὸς, οὔτε ἄρτος, οὔτε ὄψον ἐδώδιμον, οὕτως ἄνευ τῆς ἀποστολικῆς συνέσεως καὶ διδασκαλίας, πᾶσα ψυχὴ μωρὰ καὶ ἄνοστος [dic ἄνοσμος], καὶ οὐχ ἡδεῖα παρὰ Θεῷ. Ἔστωσαν οὖν ἐν ἡμῖν οἱ ἅλες, τουτέστιν οἱ θεῖοί τε καὶ σωτήριοι λόγοι, ὧν ἐὰν καταφρονήσωμεν, ἐσόμεθα μωροὶ καὶ ἀσύνετοι καὶ ἀχρεῖοι παντελῶς. ΚΕΦΑΛ. ΙΕʹ. Ἦσαν δὲ ἐγγίζοντες αὐτῷ πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. (A f. 206) «Πέπομφεν ἐξ οὐρανοῦ τὸν Υἱὸν ὁ Θεὸς καὶ Πατὴρ, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, καθά φησιν αὐτὸς, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ.» Εἶτα πῶς