Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.800
Not analysed yet
στοῦ. Ὑποκείσθω γὰρ ἐν ἑνὶ μὲν οἴκῳ διαιτᾶσθαι πολλοὺς, ἑνὶ δὲ συμβῆναι τὸ ἀῤῥωστίᾳ περιπεσεῖν· ἄρ' οὖν ἐπὶ τίνι κληθεῖεν ἂν οἱ θεραπεύειν εἰδότες; οὐκ ἐπὶ μόνῳ πεσόντι εἰς ἀῤῥωστίαν; Ἀλλ' οὐκ ἀφειδήσαντες τῶν πολλῶν, δρῷεν ἂν τοῦτο οἱ κεκλημένοι πρὸς θεραπείαν, ἑνὶ δὲ τῷ κάμνοντι τὰς ἐκ τῆς τέχνης ἐπικουρίας δωρούμενοι, καὶ καιροῦ καὶ χρείας καλούσης εἰς τοῦτο. Ἔδει δὴ οὖν, ἔδει τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεὸν τῷ πεπλανημένῳ χεῖρα νεῖμαι τὴν σώζουσαν· σέσωκεν ὁ ἀρχιποίμην· ἐζήτησε γὰρ τὸ πεπλανημένον, ἔστησεν αὐλὴν ἡμῖν ἄσυλον καὶ ἀνάλωτον καὶ θηρσὶ καὶ λῃσταῖς, φημὶ δὲ τὴν Ἐκκλησίαν· ἣν δὴ καὶ θαυμάζοντες, ἐκεῖνό φαμεν τὸ διὰ τῆς τοῦ προφήτου φωνῆς· «Ἰδοὺ πόλις ὀχυρὰ καὶ σωτήριος ἡμῖν, θήσει τεῖχος καὶ περίτειχος.» Ὁ αὐτὸς δ' ἂν εἴη νοῦς τῆς εὐθὺς καὶ ἐφεξῆς κειμένης παραβολῆς, ἐν ᾗ γυναῖκά φησι δραχμὰς ἔχουσαν δέκα, μίαν ἐξ αὐτῶν ἀπολέσαι· εἶτα λύχνον ἅψασαν καὶ εὑροῦσαν, ἡσθῆναι λίαν ἐπ' αὐτῷ δὴ τούτῳ, καὶ θυμηδίας τῆς ἀνωτάτω πρόφασιν τὸ χρῆμα ποιήσασθαι. Ἔχει δὲ οὕτως ἡ παραβολή· Γυνὴ δραχμὰς ἔχουσα δέκα, κ. τ. λ. (A f. 207, B f. 146) Διὰ μὲν τῆς προτέρας παραβολῆς, ἐν ᾗ πρόβατον πεπλανημένον τῆς γῆς ἀπεδείκνυτο γένος, ἐμανθάνομεν ὅτι κτίσις ἐσμὲν τοῦ ἐπὶ πάντας Θεοῦ, ὡς παρενεγκόντος εἰς ὕπαρξιν οὐκ ὄντα ποτέ· «Αὐτὸς γὰρ ἐποίησεν ἡμᾶς, καὶ οὐκ ἡμεῖς,» κατὰ τὸ γεγραμμένον. «Καὶ αὐτὸς μέν ἐστι ὁ Θεὸς ἡμῶν, ἡμεῖς δὲ λαὸς νομῆς αὐτοῦ, καὶ πρόβατα τῆς χειρὸς αὐτοῦ.» Διὰ δὲ τῆς δευτέρας ταύτης, ἐν ᾗ δραχμῇ παρεικάζεται τὸ ἀπολωλὸς, ὡς ἐκ δέκα πάλιν, τουτέστιν ἐκ τελειότητος, ἤτοι πληθύος τῆς ἀρτίως ἐχούσης εἰς ἀριθμὸν (τέλειος γὰρ καὶ ὁ δέκα, τὴν ἐκ μονάδος ἀναφοίτησιν ἔχων εἰς τὸν ἐπέκεινα δρόμον), διαδείκνυται σαφῶς ὅτι καθ' ὁμοίωσιν καὶ κατ' εἰκόνα γεγόναμεν τὴν βασιλικὴν, τουτέστι τὴν τοῦ ἐπὶ πάντας Θεοῦ. Ἡ γάρτοι δραχμὴ νόμισμά που πάντως ἐστὶ, χαρακτῆρας ἔχον βασιλικούς. Ὅτι δὲ πεσόντες τρόπον τινὰ καὶ ἀπολωλότες εὑρήμεθα παρὰ Χριστοῦ, καὶ πρὸς αὐτὸν μεμορφώμεθα δι' ἁγιασμοῦ καὶ δικαιοσύνης, πῶς ἂν ἐνδοιάσειέ τις; γεγραφότος ὡδὶ τοῦ μακαρίου Παύλου· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος.» Ἐπιστέλλει δὲ καὶ Γαλάταις ὡδί· «Τεκνία, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Γέγονε δὲ τοῦ πεσόντος ἡ ζήτησις, λύχνον ἁψάσης τῆς γυναικός· εὑρήμεθα γὰρ παρὰ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς σοφίας, ἥτις ἐστὶν ὁ Υἱὸς, φωτὸς ἐν ἡμῖν ἀναλάμψαντος τοῦ θείου καὶ νοητοῦ ἑωσφόρου, καὶ τοῦ ἡλίου τῆς δικαιοσύνης ἀνατείλαντος, καὶ διαυγαζούσης ἡμέρας, κατὰ τὸ γεγραμμένον. Καὶ γοῦν δι' ἑνὸς τῶν ἁγίων προφητῶν ἔφη που Θεὸς περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου ἀποκα-