Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.797
Not analysed yet
ἔδει σωθῆναι τὸν κόσμον, τοῖς τῆς ἁμαρτίας ἁλόντα βρόχοις· Ἆρα δίκας ἀπαιτούμενον, ἢ μᾶλλον εὐεργετούμενον, ἀνεξικακοῦντος Θεοῦ, καὶ οἷον λήθῃ παραδιδόντος τὰ παρῳχηκότα, καὶ εἰς ἁγίαν ζωὴν ἀναπλάττοντος τοὺς εὖ βιοῦν οὐκ εἰδότας; Τί οὖν, εἰπέ μοι, διαγογγύζεις, ὦ Φαρισαῖε, τελώναις καὶ ἁμαρτωλοῖς οὐκ ἀπαξιώσαντος συνεῖναι Χριστοῦ, καὶ ταύτην αὐτοῖς τῆς σωτηρίας ὁδὸν οἰκονομικῶς κατασκευάζοντος; Ταύτης ἕνεκα τῆς αἰτίας καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ ἐν ὁμοιώσει γέγονε τῇ πρὸς ἡμᾶς. Ἆρ' οὖν ἐπιπλήττεις τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοῦ Μονογενοῦς; Καίτοι τεθαυμάκασιν οἱ μακάριοι προφῆται τοῦ μυστηρίου τὸ εὐτεχνές. Ψάλλει γὰρ ὁ προφήτης Δαβὶδ καί φησι· «Ψάλατε συνετῶς, ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη.» Ὁ δέ γε Ἀμβακοὺμ ἀκηκοέναι φησὶ τὴν ἀκοὴν, κατανοῆσαι δὲ καὶ τὰ ἔργα, καὶ εἰς ἔκστασιν ἐλθεῖν· πῶς οὖν ἃ θαυμάζειν ἐχρῆν, ταῦτα καταψέγων οὐκ ἐρυθριᾷς; Πεπλάνηται τὸ ἐπὶ γῆς γένος, ἀπώλισθε τῆς χειρὸς τοῦ ἀρχιποίμενος· γέγονε διὰ τοῦτο καθ' ἡμᾶς, ὁ τὰς ἄνω καὶ ἐν οὐρανῷ ποιμαίνων ἀγέλας, ἵνα καὶ ἡμᾶς τοῖς ἰδίοις ἐναυλίσῃ σηκοῖς· ἵνα συνάψῃ τοῖς μὴ πεπλανημένοις, καὶ ἀποσοβήσῃ τὸν θῆρα τὸν ἀλιτήριον, ἀποστήσῃ δὲ καὶ ὥσπερ τι λῃστρικὸν καὶ ἀνόσιον στίφος τοὺς ἀκαθάρτους δαίμονας, οἳ πεπλανήκασι τὴν ὑπ' οὐρανόν· ἐζήτησε τοίνυν τὸ ἀπολωλὸς, καὶ τὰς τῶν Ἰουδαίων ἐπ' αὐτῷ δὴ τούτῳ φιλοψογίας εἰκαίας καὶ κενὰς ἀπέδειξεν. Τίς ἄνθρωπος ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, κ. τ. λ. (A f. 207) Ἀλλά μοι σύνες ἐνταῦθα ἀγαπητὲ, τῆς τοῦ Σωτῆρος ἡμῶν βασιλείας τὸ πλάτος, καὶ τῆς ἐφ' ἡμῖν οἰκονομίας τὸ εὐτεχνές. Ἑκατὸν μὲν γὰρ εἶναί φησι τὰ πρόβατα, εἰς πληθὺν ἀναφέρων τὴν ἀρτίως ἔχουσαν καὶ τελειοτάτην, τῶν ὑποζευγμένων αὐτῷ λογικῶν τὸν ἀριθμόν· ἀεὶ γάρ πώς ἐστι τέλειος ὁ ἑκατὸν ἀριθμὸς, ἐκ δέκα δεκάδων συγκείμενος· μεμαθήκαμεν δὲ καὶ ἐκ τῆς θεοπνεύστου Γραφῆς, ὅτι χίλιαι χιλιάδες λειτουργοῦσι Θεῷ, καὶ μύριαι μυριάδες τὸν ὑπέρτατον αὐτοῦ περιεστήκασι θρόνον. Ἑκατὸν οὖν ἄρα τὰ πρόβατα· πεπλάνηται δὲ ἓν ἐξ αὐτῶν, τουτέστι τὸ ἐπὶ γῆς γένος, ὃ δὴ καὶ ἐζήτησεν ὁ πάντων ἀρχιποίμην, ἀφεὶς ἐν τῇ ἐρήμῳ, τῷ ἄνω τόπῳ καὶ οὐρανίῳ τῷ πλήρει γαλήνης, τὰ ἐνενηκονταεννέα. Ἆρ' οὖν ἀφειδήσας τῶν πολλῶν, τῆς ἐφ' ἑνὶ μόνῳ γέγονε φειδοῦς; Οὐκ ἀφειδήσας. Πόθεν; Εἰσὶ γὰρ, εἰσὶν ἐν ἀσφαλείᾳ, περιφραττούσης αὐτὰ τῆς πανσθενεστάτης χειρός. Κατοικτείρεσθαι δὲ μᾶλλον ἐχρῆν τὸ ἀπολωλὸς, ἵνα μηδὲν ὁρῷτο τὸ ἐλλελοιπὸς τῇ ἑτέρᾳ πληθύϊ· προσεπενηνεγμένου δὲ τοῦ ἑνὸς, ἔχῃ τὸ ἴδιον κάλλος ἡ ἑκατοντάς. Καὶ φέρε τὸ χρῆμα καὶ δι' ἑτέρου παραστήσωμεν παραδείγματος, συναγορεύοντες πανταχοῦ τῇ ἀπαραβλήτῳ γαληνότητι τοῦ πάντων ἡμῶν Σωτῆρος Χρι-