Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.804
Not analysed yet
τῶν γε μὴν ἐπιστρεψάντων πρὸς Θεὸν, καὶ ἐπεγνωκότων τὴν ἀλήθειαν, οὐκ ἔστι νεκρὸς ὁ νοῦς· τὴν παρὰ Χριστοῦ δὲ ζωοποίησιν πεπλουτηκὼς, ζῇ μᾶλλον, καὶ τῶν εἰς ζωὴν σπουδασμάτων ποιεῖται φροντίδα· καὶ νεκρῶν μὲν ἔργων ἀποφοιτᾷ, ἐπιθυμεῖ δὲ τῆς εἰς αἰῶνα ζωῆς, τῆς ἔν γε, φημὶ, τῷ αἰῶνι τῷ μέλλοντι δοθησομένης παρὰ Χριστοῦ τοῖς πιστεύσασιν εἰς αὐτόν. (A f. 208, E f. 218 b) Δοκεῖ μέν τισι διὰ τῆς τῶν υἱῶν δυάδος, τοὺς ἁγίους ἀγγέλους κατασημαίνεσθαι, καὶ ἡμᾶς δὲ τοὺς ὄντας ἐπὶ τῆς γῆς· τὸ μὲν τοῦ πρεσβυτέρου πρόσωπον, ἅτε δὲ καὶ ζῶντος ἐπιεικῶς, τὸ τῶν ἁγίων ἀγγέλων τάγμα δηλοῦν· τὸ δέ γε τοῦ νεωτέρου τε καὶ ἀσώτου, τὸ γένος τὸ ἀνθρώπινον. Εἰσὶ δὲ τῶν ἐν ἡμῖν τινες, οἳ δὴ καὶ ἑτέραν ἰόντες τρίβον, διὰ μὲν τοῦ πρεσβυτέρου καὶ εὖ βεβιωκότος υἱοῦ, καταδηλοῦσθαί φασι τὸν κατὰ σάρκα Ἰσραὴλ, διὰ δέ γε τοῦ ἑτέρου, ὃς καὶ ζῇν εἴλετο φιληδόνως, καὶ ἀπεφοίτησε τοῦ πατρὸς, τὴν τῶν ἐθνῶν γράφεσθαι πληθύν. Ἀπόψηφος δὲ ταῖς περὶ τούτων δόξαις εἰμὶ μὲν ἐγώ· δοκιμαζέτω δὲ τὸ ἀληθὲς ὁ φιλομαθής. Ὅταν μὲν γὰρ εἰς τὸ τῶν ἀγγέλων πρόσωπον ἀναγάγωμεν τὸν γνήσιον υἱὸν, οὐχ εὑρήσομεν αὐτὸν τὰς τοῖς ἁγίοις ἀγγέλοις πρεπούσας εἰπόντα φωνὰς, οὔτε μὴν οὕτω διακείμενον καθάπερ ἐκεῖνοι περὶ τοὺς ἐπιστρέφοντας ἐξ ἁμαρτιῶν εἰς μετάνοιαν. Ὁ μὲν γὰρ τῶν ὅλων Σωτὴρ καὶ Κύριος χαρὰν εἶναί φησιν ἐν οὐρανοῖς ἐνώπιον τῶν ἁγίων ἀγγέλων, ἐφ' ἑνὶ ἀνθρώπῳ ἁμαρτωλῷ μετανοοῦντι· ὅ γε μὴν ἐν τῇ προκειμένῃ παραβολῇ γραφόμενος υἱὸς ὡς εὐπαράδεκτος τῷ πατρὶ, καὶ ἀδιάβλητον ἐσχηκὼς τὸν βίον, ὀργισθῆναι λέγεται, καὶ ἀφιλαλλήλου γνώμης εἰς τοῦτο ἐλθεῖν, ὥστε καὶ ἐγκαλέσαι τῷ πατρὶ τὴν ἐπὶ τῷ σεσωσμένῳ φιλοστοργίαν· οὐ γὰρ ἠθέλησε, φησὶν, εἰς τὴν ἑστίαν εἰσελθεῖν, ἀσχάλλων ὅτι καὶ εἰσεδέχθη μετανοῶν ὁ ἀνανήψας μόλις, τέθυται δὲ καὶ ὁ μόσχος ὑπὲρ αὐτοῦ, καὶ ὅτι τετέλεκεν ἐπ' αὐτῷ πανήγυριν ὁ πατήρ. Μάχεται δὲ τοῦτο, ὡς ἔφην, τῷ σκοπῷ τῶν ἁγίων ἀγγέλων· χαίρουσι γὰρ καὶ δοξολογοῦσι Θεὸν, σωζομένους ὁρῶντες τοὺς ἐπὶ τῆς γῆς· καὶ γοῦν, ὅτε τὴν ἐν Βηθλεὲμ ἀπότεξιν κατὰ σάρκα ἐκ γυναικὸς ὑπέμεινεν ὁ Υἱὸς, τοῖς μὲν ποιμέσιν εὐηγγελίζοντο λέγοντες· «Μὴ φοβεῖσθε ὑμεῖς· ἰδοὺ γὰρ εὐαγγελιζόμεθα ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ· ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ, ὅς ἐστι Χριστὸς Κύριος ἐν πόλει Δαβίδ.» Ὑμνῳδίαις δὲ καὶ δοξολογίαις στεφανοῦντες τὸν γεγεννημένον, ἔφασκον· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Εἰ δὲ δή τις λέγοι, τὸν κατὰ σάρκα Ἰσραὴλ σημαίνεσθαι διὰ τοῦ γνησίου καὶ ἐπιεικοῦς υἱοῦ, ἀφίστησι πάλιν ἡμᾶς τοῦ χρῆναι συναινεῖν τῇ τοιᾷδε δόξῃ, τὸ κατ' οὐδένα τρόπον ἁρμόσαι τῷ Ἰσραὴλ τὸ ἀκαταψέκτως ἑλέσθαι βιοῦν· διὰ πάσης γὰρ, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς διαβεβλημένους ἔστιν ἰδεῖν· ὡς γὰρ ἀποστάτας καὶ ἀπειθεῖς, εἴρηται γοῦν πρὸς