Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.805
Not analysed yet
αὐτοὺς διὰ φωνῆς Ἱερεμίου· «Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα, ὅτι ἀπέστησαν μακρὰν ἀπ' ἐμοῦ, καὶ ἐπορεύθησαν ὀπίσω τῶν ματαίων, καὶ ἐματαιώθησαν;» Συνῳδὰ δὲ τούτοις καὶ διὰ φωνῆς Ἡσαΐου περὶ αὐτῶν ἔφη που Θεός· «Ἐγγίζει μοι ὁ λαὸς οὗτος τοῖς χείλεσιν· ἡ δὲ καρδία αὐτοῦ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας [καὶ] ἐντάλματα ἀνθρώπων.» Εἶτα πῶς τούτοις οὕτω καταγνωσμένοις περιθείη τις ἂν τὰς ἐν τῇ παραβολῇ φωνὰς, ὡς παρὰ τοῦ γνησίου καὶ ἐπιεικοῦς υἱοῦ προενηνεγμένας; Ἔφη γὰρ, ὅτι «Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον.» Ἀλλ' οὐκ ἂν ἐσχήκασι διαβεβλημένην τὴν ζωὴν, εἰ μὴ τὰς θείας παρατρέχοντες ἐντολὰς πρὸς ἐξίτηλον ἐτράποντο. Ἄλλως τε, χρῆναι γὰρ οἶμαι κἀκεῖνο εἰπεῖν, βούλονταί τινες εἰς τὸ τοῦ Σωτῆρος ἡμῶν πρόσωπον ἀναφέρειν τὸν μόσχον τὸν σιτευτὸν, ὃν τέθυκεν ὁ πατὴρ, κεκλιμένου πρὸς ἐπιστροφὴν τοῦ υἱοῦ. Εἶτα πῶς ὁ γνήσιος υἱὸς, ὁ σοφὸς καὶ ἐπιστήμων καὶ γεγονὼς εὐπάρεδρος, ὃν δὴ καὶ εἰς πρόσωπον τῶν ἁγίων ἀγγέλων εἰσκομίζουσί τινες, ὀργῆς καὶ λύπης ἐποιεῖτο πρόφασιν τὸ σφαγῆναι τὸν μόσχον; Οὐ γάρ τι λελυπημένας κατίδοι τις ἂν τὰς ἄνω δυνάμεις τὸν κατὰ σάρκα θάνατον ὑπομείναντος τοῦ Χριστοῦ, καὶ οἷον σφαγέντος ὑπὲρ ἡμῶν· ἔχαιρον γὰρ μᾶλλον, ὡς ἔφην, αἵματι τῷ ἁγίῳ σωζομένην ὁρῶντες τὴν ὑπ' οὐρανόν· ἀνθ' ὅτου δὴ οὖν καί φησιν ὁ γνήσιος υἱὸς τὸ, «Ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον.» Τίνος γὰρ τῶν ἀγαθῶν ἐνδεῖ τοῖς ἁγίοις ἀγγέλοις; καίτοι πλουσίᾳ χειρὶ τῶν πνευματικῶν χαρισμάτων τὴν χορηγίαν ἐκνενέμηκεν αὐτοῖς ὁ τῶν ὅλων Δεσπότης. Ἢ καὶ ποίας ἂν ἐδεήθησαν θυσίας ἔν γε τοῖς καθ' ἑαυτούς; Οὐ γάρ που καὶ ὑπὲρ αὐτῶν ἔδει παθεῖν τὸν Ἐμμανουήλ. Εἰ δὲ δή τις οἴοιτο, καθάπερ ἤδη προεῖπον, τὸν κατὰ σάρκα Ἰσραὴλ σημαίνεσθαι διὰ τοῦ γνησίου καὶ ἐπιεικοῦς γεγονότος υἱοῦ, πῶς ἀληθεύσει λέγων, ὅτι «Ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον;» Εἴτε γὰρ μόσχος εἴτε ἔριφος ὑπὲρ ἁμαρτίας θῦμα νοοῖτο Χριστὸς, ἀλλ' οὐχ ὑπέρ γε μόνων τέθυται τῶν ἐθνῶν, ἀλλ' ἵνα καὶ αὐτὸν ἐξελεῖται τὸν Ἰσραὴλ, ἐπὶ τῇ τοῦ νόμου παραβάσει πολλὴν ὑπομείναντα τὴν κατάῤῥησιν. Καὶ μαρτυρήσει γράφων ὁ σοφώτατος Παῦλος· «Διὸ καὶ ὁ Υἱὸς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαὸν, ἔξω τῆς πύλης ἔπαθε.» Τίς οὖν ἄρα ἐστὶ τῆς παραβολῆς ὁ σκοπός; πολυπραγμονήσωμεν τὴν αἰτίαν, ἐφ' ᾗ καὶ γέγονεν, εἰσόμεθα γὰρ οὕτω τὸ ἀληθές. Ἔφη τοίνυν ὁ μακάριος οὗτος Λουκᾶς ἐν τοῖς ὀπίσω βραχὺ περὶ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Ἦσαν δὲ πάντες αὐτῷ ἐγγίζοντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ· καὶ ἐγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ Γραμματεῖς, λέγοντες, ὅτι Οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς.» Κατακεκραγότων τοίνυν τῶν Γραμματέων καὶ Φαρισαίων τῆς ἐνούσης αὐτῷ γαληνότητος καὶ φιλανθρωπίας, καὶ ἐγκαλούντων αὐτῷ τὸ