Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.825
Not analysed yet
εὐμετάδοτοι, καὶ κοινωνικοὶ, καὶ ταῖς τῶν πενήτων ἀνάγκαις ἐπικουρεῖν ἕλοιντο, δεινῇ καὶ ἀφύκτῳ περιπεσοῦνται δίκῃ. Ἀναγκαῖον δὲ οἶμαι πρότερον εἰπεῖν, ποία γέγονεν ἡ τοῦ λόγου πρόφασις, ἢ ποίου πράγματος εἰς παράδειξιν, τὴν προκειμένην παραβολὴν ἄριστα διαμορφοῖ καὶ διαπλάττει Χριστός. Ἀπετέλει τοίνυν ἡμᾶς ὁ Σωτὴρ τεχνίτας εἰς ἀγαθοεργίαν, καὶ τοῖς ἐξ ἀρετῶν αὐχήμασιν ἐβούλετο διαπρέπειν. Ἤθελε γὰρ εἶναι φιλαλλήλους, καὶ φιλοπτωχίας ἐπιμελητὰς, καὶ τῶν εἰς τοῦτο σπουδασμάτων ἔχεσθαι νεανικῶς· μάλιστα δὲ τοῖς ἐν τῷδε τῷ κόσμῳ πλουσίοις τὰς ἐπ' αὐτῷ δὴ τούτῳ παραινέσεις συντιθεὶς, καὶ εἰς ὁδὸν αὐτοὺς ἀποφέρων τὴν τοῖς ἁγίοις πρεπωδεστάτην, ἔφασκε· «Πωλήσατε τὰ ὑπάρχοντα, καὶ δότε ἐλεημοσύνην.» Καὶ ἡ μὲν ἐντολὴ καλή τε καὶ ἀγαθὴ καὶ σωτήριος. Οὐκ ἠγνόησε δὲ Χριστὸς, ὅτι τὸ δύνασθαι κατορθοῦν τὸ κεκελευσμένον, οὐκ ἔνεστι τοῖς πολλοῖς· ἀσθενεῖ γὰρ ἀεὶ πρὸς τὰ δυσχερῆ καὶ δυσήνυτα τῶν κατορθωμάτων ὁ ἀνθρώπινος νοῦς· ἐπειδὴ δέ ἐστιν ἀγαθὸς καὶ φιλάνθρωπος, ἐπενόησέ τινα τρόπον ἐπικουρίας αὐτοῖς· ἵνα μὴ τὸν ἐνταῦθα πλοῦτον διηνεκής τε καὶ ἀναπόβλητος διαδέξηται πτωχεία, καὶ τὰς προσκαίρους τρυφὰς αἰωνία κόλασις. Εἰ γὰρ μὴ ἀνέχεσθε, φησὶ, τὸν φιλήδονον ἀφεῖναι πλοῦτον, καὶ ἀπεμπολῆσαι ὁλοκλήρους τὰς οὐσίας, καὶ διαδοῦναι τοῖς δεομένοις, κἀν γοῦν τοῖς ἐλάττοσιν ἐνευδοκιμεῖν σπουδάσατε· ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ, τουτέστι μὴ μόνον ἑαυτῶν ποιήσησθε τὸν πλοῦτον, ἀλλὰ καὶ τοῖς δεομένοις χεῖρα ἁπλώσατε· συναλγήσατε τοῖς κάμνουσι, παραμυθήσασθε ἁγίους τὴν οὐκ ἀβούλητον ἀγαπῶντας πτωχείαν, ἵν' ἀπερισπάστως τῷ Θεῷ λατρεύωσιν. Ἔσται δὲ τοῦτο ὑμῖν οὐκ ἄμισθον· ὅταν γὰρ ὑμῖν ὁ ἐπίγειος ἐπιλείψῃ πλοῦτος, τῷ τέλει τοῦ βίου κατειλημμένοις, τότε κοινωνοὺς ὑμᾶς ποιήσονται τῆς ἑαυτῶν ἐλπίδος, καὶ τῆς δοθησομένης αὐτοῖς ἐκ Θεοῦ παρακλήσεως· τοὺς γὰρ καμόντας ἐν τῷδε τῷ βίῳ, καὶ ἐπιεικῶς τὸ δυσαχθὲς τῆς πενίας διενεγκόντας φορτίον, ὡς ἀγαθὸς ἀνακτήσεται. Τοιοῦτόν τι καὶ ὁ σοφώτατος Παῦλος τοῖς οὖσιν ἐν πλούτῳ συμβουλεύει, λέγων περὶ τῶν ταλαιπωρουμένων· «Τὸ ὑμῶν περίσσευμα, εἰς τὸ ἐκείνων ὑστέρημα.» Τοῦτο δέ ἐστιν οὐδὲν ἕτερον ἐπιτάττοντος, πλὴν ὅπερ ἔφη Χριστὸς, «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ.» Ὅτι δὲ τὸ μὴ ἀνέχεσθαι τοῦτο δρᾷν, ὀλέθρου πρόξενον καὶ πυρὸς ἀσβέστου, διαδείκνυσι, τὴν προκειμένην ἡμῖν ἐκφήνας παραβολήν· «Ἄνθρωπος γάρ τις ἦν πλούσιος σφόδρα,» φησίν. Ἐνταῦθά μοι βλέπε καὶ ἐπιτήρησον ἀκριβῶς τοῦ Σωτῆρος τοὺς λόγους, πολύ τι τὸ σοφὸν ἐμφαίνοντας. Καίτοι γὰρ ἐξὸν εἰπεῖν· Ὁ δεῖνα τυχὸν πλούσιος ἦν ἄνθρωπος, ὡς ἐπὶ τοῦ Ἰὼβ, τοῦτο μὲν οὐκ ἔφη· ἄνθρωπον δὲ ἁπλῶς πλούσιον ὀνομάζει, μνημονεύει δὲ τοῦ πένητος ὀνομαστί. Ποία τοίνυν ἡ ἐπιτήρησις; Ἀνώνυμος ὁ πλούσιος, ὡς ἀφιλοικτείρμων, παρὰ Θεῷ· ἔφη γάρ που διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς περὶ τῶν μὴ φοβουμένων αὐτὸν, ὅτι «Οὐ μὴ μνησθῶ