Ancient Greek · ~4 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.824
Not analysed yet
ἁγίων ἀγγέλων. Οὕτω καὶ ὁ πάνσοφος Παῦλός φησιν ὅτι «Αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ. Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἐν Χριστῷ ἄφθαρτοι.» Οὔπω τοίνυν ἐξ οὐρανῶν καταβεβηκότος τοῦ πάντων Κριτοῦ, οὐδὲ ἡ τῶν νεκρῶν γέγονεν ἀνάστασις· εἶτα, πῶς οὐκ ἀπίθανον ἐννοεῖν, ὅτι γέγονεν ἤδη τισὶν ἀνταπόδοσις, ἢ πονηρῶν ἔργων ἢ ἀγαθῶν; Ἔστι τοίνυν παραβολῆς τρόπος ἐσχηματισμένος ἀστείως, τά τε ἐπὶ τῷ πλουσίῳ καὶ τῷ Λαζάρῳ εἰρημένα παρὰ Χριστοῦ. Ἔχει δὲ ὁ λόγος, ὡς ἡ Ἑβραίων παράδοσις ἔχει, Λάζαρον εἶναί τινα κατ' ἐκεῖνο καιροῦ ἐν τοῖς Ἱεροσολύμοις, ἐσχάτῃ συνόντα πτωχείᾳ καὶ ἀῤῥωστίᾳ, οὗ καὶ μνημονεῦσαι τὸν Κύριον, ὡς εἰς παράδειγμα λαμβάνοντα τοῦτον εἰς ἐμφανεστέραν τοῦ λόγου δήλωσιν. Οὔπω τοίνυν ἐξ οὐρανῶν καταφοιτήσαντος τοῦ Χριστοῦ, οὔτε ἀνάστασις γέγονεν, οὔτε πράξεων ἀνταπόδοσις ἠκολούθησέ τισιν. Ἀλλ' ὡς ἐν εἰκόνι, τῇ παραβολῇ γέγραπται πλούσιος τρυφῶν καὶ ἀφιλοικτίρμων, καὶ πένης ἐν ἀῤῥωστίᾳ· ἵν' εἰδεῖεν ὡς οἱ τὸν ἐπὶ γῆς ἔχοντες πλοῦτον, ὡς εἰ μὴ βουληθεῖεν εἶναι χρηστοὶ, καὶ