Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.837
Not analysed yet
λέτης εἰμὶ, φησὶ, τοῦ κηρύγματος τῆς διδασκαλίας, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις.» Εἰ γέγονας τοίνυν εὐδόκιμος, καὶ τὰς θείας τετήρηκας ἐντολὰς, καὶ ὑπήκουσας τοῦ Δεσπότου, μὴ ἀπαίτει Θεὸν ὡς ὄφλημα τὰς τιμὰς, πρόσιθι δὲ μᾶλλον τὰ ἐκ φιλοτιμίας αἰτῶν· ἐννόησον ὅτι οἱ καθ' ἡμᾶς δεσπόται οὐχ ὁμολογοῦσι χάριν, ὅταν τινὲς τῶν οἰκετῶν τὴν τεταγμένην αὐτοῖς ἀποπεραίνωσι θεραπείαν, ἐκ φιλοτιμίας δὲ πολλάκις τὰς τῶν γνησίων εὐνοίας ἀνακτώμενοι, ἁδροτέραν αὐτοῖς τὴν προθυμίαν τίκτουσιν. Οὕτω καὶ ὁ Θεὸς ἀπαιτεῖ μὲν ἡμᾶς τὴν δουλείαν, λόγῳ τῆς δεσποτείας χρώμενος· ἐπειδὴ δέ ἐστιν ἀγαθὸς καὶ φιλότιμος, καὶ γέρα τοῖς κάμνουσιν ἐπαγγέλλεται· ὑπερνήχεται δὲ τοὺς ἱδρῶτας τῶν ὑποζευγμένων, τῆς φιλοτιμίας τὸ μέγεθος. Καὶ πιστώσεται γράφων Παῦλος· «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Καὶ οἰκέτας ὄντας, υἱοὺς ὀνομάζει, καὶ τῇ πρεπούσῃ τέκνοις τιμῇ στεφανοῖ. Ὅρα δὲ ὅτι πρῶτον τὴν ἑαυτοῦ σάρκα ἀρόσαντα, οὕτω χρὴ ἀλλήλους ποιμαίνειν. «Ὃς γὰρ οἰκίας καλῶς οὐκ οἶδε προστῆναι, πῶς Ἐκκλησίας ἐπιμεληθήσεται;» Ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες. (A f. 232, C f. 143 b) Πάλιν ἡμῖν τὴν ἑαυτοῦ δόξαν ἐμφανῆ καθίστησιν ὁ Σωτὴρ, καὶ διὰ τῆς θεοπρεποῦς μεγαλουργίας ἔρχεται σαγηνεύων εἰς πίστιν τὸν ἀκάρδιον Ἰσραήλ. Ἀλλ' ἦν καὶ οὗτος σκληρός τε καὶ ἀπειθής. Εἶτα, ποῖος αὐτοῖς ἐπικουρήσει λόγος ἐν ἡμέρᾳ τῆς κρίσεως, τὴν διὰ Χριστοῦ σωτηρίαν οὐκ ἀνασχομένοις λαβεῖν; καὶ μάλιστα, ὅτι αὐτήκοοι γεγόνασι τῶν παρ' αὐτοῦ λόγων, καὶ θεωροὶ τῶν παραδόξων καὶ ὑπὲρ λόγων ἐνεργημάτων. Καὶ γοῦν ἔφη περὶ αὐτῶν· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον.» Καὶ πάλιν· «Εἰ μὴ τὰ ἔργα ἐποίησα ἐν αὐτοῖς, ἃ οὐδεὶς ἄλλος ἐποίησεν, ἁμαρτίαν οὐκ εἶχον, νῦν δὲ καὶ ἑωράκασι καὶ ἐμὲ καὶ τὸν Πατέρα μου.» Ἀπόδειξις ἔσται σαφὴς ὧν ἔφην ἀρτίως, ἡ τῶν λεπρῶν διακάθαρσις. Οὗτοι γὰρ πόλεών τε καὶ κωμῶν ἀπελαυνόμενοι ὡς ἀκάθαρτοι, κατὰ τὸν Μωϋσέως νόμον. —(A f. 232 b) Ταῦτα μὲν οὖν ἰκανῶς, ὡς οἶμαι, προείρηται· οἵ γε μὴν λεπροὶ ὑπαντήσαντες τῷ Σωτῆρι, ἐλιπάρουν ἀπαλλάττεσθαι τοῦ κακοῦ, ἐπιστάτην ὠνόμαζον, τουτέστι διδάσκαλον. —(A f. 232 b) Οὐκ ἠλέει τις αὐτοὺς παθόντας τὴν νόσον· ὁ δὲ ταύτης ἕνεκα τῆς αἰτίας ὀφθεὶς ἐπὶ γῆς, καὶ γενόμενος ἅνθρωπος ἵνα πάντας ἐλεήσῃ, αὐτὸς ἐσπλαγχνίσθη καὶ ᾤκτειρεν. Εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. (A f. 232 b, C f. 143 b) Καὶ διὰ τί μὴ μᾶλλον ἔφη· Θέλω, καθαρίσθητε, καθὰ καὶ ἐφ' ἑτέρου λεπροῦ, προστέταχε δὲ μᾶλλον ἑαυτοὺς ἐπιδεῖξαι τοῖς ἱερεῦσι; Νόμος ἐκάλει πρὸς τοῦτο πάλιν τοὺς τῆς λέπρας