Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.840
Not analysed yet
ἀπηλλαγμένους· ἐκέλευε γὰρ ἑαυτοὺς ἐπιδεικνύειν τοῖς ἱερεῦσιν, καὶ θυσίαν προσάγειν ὑπὲρ τοῦ καθαρισμοῦ. Ὡς οὖν ἤδη τεθεραπευμένους βαδίζειν ἐκέλευσε, καὶ τρόπον τινὰ διαμαρτύρασθαι τοὺς ἱερέας, ἤτοι τοὺς Ἰουδαίων καθηγητὰς, τοὺς ἀεὶ βασκαίνοντας αὐτοῦ τῇ δόξῃ, ὅτι παρ' ἐλπίδα καὶ παραδόξως ἀπηλλάγησαν τοῦ κακοῦ, κατανεύσαντος αὐτοῖς τὴν ἴασιν τοῦ Χριστοῦ. Οὐκ ἐθεράπευσε πρῶτον, ἀλλ' ἔπεμψε πρὸς τοὺς ἱερέας, ἐπειδὴ οἱ ἱερεῖς τὰ τεκμήρια ᾔδεισαν τῆς λέπρας, καὶ τοῦ πότε θεραπεύεται· ἔπεμψε πρὸς τοὺς ἱερέας, συνέπεμψε αὐτοῖς καὶ τὴν θεραπείαν. Περὶ τούτων μέντοι καὶ τίς ὁ νόμος τῆς λέπρας, καὶ τίνα τὰ ὑπὲρ τοῦ καθαρισμοῦ, καὶ τί ἕκαστον τῶν νενομοθετημένων ἐβούλετο, ἐντελέστερον ἐν ἀρχῇ τῶν παρὰ τῷ Λουκᾷ θαυμάτων τοῦ Σωτῆρος, ἔνθα ὁ λεπρὸς τεθεράπευται, διεξήλθομεν. Κἀκεῖσε παραπέμψαντες τοὺς φιλομαθεῖς, ἐπὶ τὰ ἑξῆς ἴωμεν. Καὶ οἱ μὲν ἐννέα, ἅτε Ἰουδαῖοι ὄντες, εἰς ἀχάριστον λήθην ἐμπεσόντες, οὐχ ὑπέστρεψαν δοῦναι δόξαν τῷ Θεῷ· ὅθεν σκληροκάρδιον καὶ ἀμνήμονα παντελῶς δεικνύει τὸν Ἰσραήλ. Ὁ δὲ ἀλλογενὴς, τουτέστιν, ὁ Σαμαρείτης, διὰ τὸ ἐξ Ἀσσυρίας κατάγειν τὸ γένος ἀλλογενὴς (οὐ γὰρ μάτην λέγει, ἐν μέσῳ τῆς Σαμαρείας καὶ Γαλιλαίας), ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζειν τὸν Θεόν· δεικνύει οὖν ὅτι Σαμαρεῖται εὐγνώμονες, Ἰουδαῖοι δὲ καὶ εὐεργητούμενοι ἀχαριστοῦσιν. Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων, πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ. (A f. 232 b, B f. 164, C f. 144) Ὅτι ἥξει κατὰ καιροὺς ἐν εἴδει τῷ καθ' ἡμᾶς ὁ Κύριος, προεκήρυττον οἱ προφῆται, καὶ τετέλεσται· ἐπέφανε γὰρ τοῖς ἐπὶ γῆς, μορφὴν δούλου λαβὼν, ὢν δὲ καὶ οὕτως ἐν κυριότητι φυσικῇ, καὶ ἐν ἐξουσίᾳ καὶ δόξῃ τῇ θεοπρεπεῖ. Τοιοῦτον γὰρ ἡμῖν αὐτὸν ἡ τῶν ἀποτελεσμάτων ἔδειξε λαμπρότης. Ἀλλ' οὐ πεπίστευκας εἰς αὐτὸν, ἀσύνετε Φαρισαῖε, οὐ παραδέξω τὴν παρ' αὐτοῦ δικαίωσιν. Εἶτα πῶς ἐρωτᾷς πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ; Διαγελᾷ τοιγαροῦν τὸ σεπτὸν οὕτω καὶ ἀξιάγαστον ἀληθῶς μυστήριον. Ἐπειδὴ γὰρ ὁ τῶν ὅλων Σωτὴρ ἐν τοῖς πρὸς ἅπαντας λόγοις, διεμέμνητο πανταχοῦ τῆς βασιλείας τοῦ Θεοῦ, διὰ τοῦτο καταμειδιῶνται οἱ τάλανες· ἢ τάχα που καὶ εἰς νοῦν ἔχοντες ὅτι τὸν ἐπὶ ξύλου θάνατον ὑπομενεῖ, ταῖς αὐτῶν δυστροπίαις σεσαγηνευμένος εἰς τοῦτο, κατειρωνεύονται καί φασι· «Πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ;» ἀντὶ τοῦ, Πρὸ τῆς παρὰ σοῦ λαλουμένης βασιλείας, σταυρός σε καὶ θάνατος λήψεται. Τί οὖν πρὸς ταῦτα Χριστός; Δείκνυσι πάλιν τὸ ἀνεξίκακον καὶ τὸ ἀπαράβλητον εἰς φιλανθρωπίαν· λοιδορούμενος γὰρ, οὐκ ἀντελοιδόρει· πάσχων, οὐκ ἠπείλει. Οὐκοῦν ἐντόμως μὲν οὐκ ἐλέγχει, πονηροὺς δὲ ὄντας, ἀποκρίσεως τοῖς