Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.844
Not analysed yet
ἐν ἀνθρωπίνῃ μικροπρεπείᾳ, ἀλλ' ἐν τῇ τοῦ Πατρὸς ὑπεροχῇ, πληθύος ἀγγέλων δορυφορούσης αὐτὸν, καὶ παρισταμένης ὡς Θεῷ καὶ Κυρίῳ τῶν ὅλων. Ἥξει τοίνυν ὡς ἀστραπὴ, καὶ οὐ λεληθότως. Καὶ οὐδενὶ πιστευτέον λέγοντι· «Ἰδοὺ ὧδε, ἰδοὺ ἐκεῖ.» Ὑποψίαν ἑτέραν τῆς τῶν μαθητῶν ὑποκείρει καρδίας· ᾤοντο γὰρ ὅτι περινοστήσας τὴν Ἰουδαίαν, εἶτα γεγονὼς ἐν τοῖς Ἱεροσολύμοις, εὐθὺς ἀναδείξει τὴν τοῦ Θεοῦ βασιλείαν· καὶ γοῦν προσιόντες, ἔφασκον· «Εἰ ἐν τῷ χρόνῳ τούτῳ, Κύριε, ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;» Ἀλλὰ καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου τοῦτο γενέσθαι προσδοκήσασα, προσῄει περὶ καθέδρας ἀξιοῦσα. Οὐκοῦν ἵν' εἰδεῖεν ὅτι δεῖ πρῶτον αὐτὸν τὸ σωτήριον ὑποστῆναι πάθος, καὶ καταργῆσαι θάνατον τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς, καὶ ἀποστῆσαι τοῦ κόσμου τὴν ἁμαρτίαν, καταργῆσαι δὲ καὶ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, εἶθ' οὕτως ἀναβῆναι πρὸς τὸν Πατέρα, ἐπιλάμψαι τε κατὰ καιροὺς, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, φησὶν ὅτι πρῶτον δεῖ αὐτὸν πολλὰ παθεῖν. Ὅτι δὴ ἀδοκήτως, καὶ οἷον εἰδότος οὐδενὸς, ἐπιλάμψει, καὶ τὸ τοῦ παρόντος αἰῶνος ἀφίξεται πέρας, οὕτω φησὶν ἔσεσθαι τὴν συντέλειαν, ὡς γέγονεν ἐν ἡμέραις Νῶε καὶ Λώτ. —(B f. 165) Ἐτρύφων γὰρ, φησὶν, ἀμερίμνως, ἤσθιον, ἔπινον, ἐπώλουν, ἠγόραζον, ᾠκοδόμουν. Ἀλλὰ τοὺς μὲν ὑδάτων ἀπώλεσε φορὰ, οἱ δὲ γεγόνασι θείου πυρὸς ἔργον καὶ τροφή. Τί οὖν ἐντεῦθεν τὸ δηλούμενον; Βούλεται ἠμᾶς ἐγρηγορέναι διὰ παντὸς, καὶ ἑτοίμους εἶναι πρὸς ἀπολογίαν τὴν ἐπὶ τοῦ θείου βήματος. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, κ. τ. λ. (A f. 235) Ἀλογῆσαι προστάττει παντὸς ἐπιγείου καὶ προσκαίρου πράγματος, καὶ εἰς ἕνα βλέψαι σκοπὸν τὸν ἐπί γε τῷ δεῖν ἕκαστον διασῶσαι τὴν ἑαυτοῦ ψυχήν. Ὃς ἂν τοίνυν ᾖ, φησὶν, ἐπὶ τοῦ δώματος, μὴ καταβήτω ἐν τῇ οἰκίᾳ ἆραι τὰ σκεύη αὐτοῦ. Ἔοικε δὲ διὰ τούτων, τὸν ἐν ἀναπαύσει, καὶ πλούτῳ, καὶ περιφανείαις κοσμικαῖς βούλεσθαι δηλοῦν· ἀεὶ γάρ πως οἱ ἐν δώμασιν ἑστηκότες, ἀπόβλεπτοι γίνονται τοῖς τὴν οἰκίαν περιεστηκόσιν. Εἴ τις τοίνυν τοιοῦτός ἐστι, φησὶ, μηδένα ποιείσθω λόγον, κατ' ἐκεῖνο καιροῦ, τῶν ἐναποκειμένων τῇ οἰκίᾳ σκευῶν· ἄχρηστα γὰρ ταῦτα καὶ ἀσυντελῆ πρὸς ὄνησιν αὐτῷ. «Οὐ γὰρ ὠφελοῦσι θησαυροὶ ἀνόμους,» κατὰ τὸ γεγραμμένον, «δικαιοσύνη δὲ ῥύεται ἐκ θανάτου.» Ἀλλὰ κἂν εἴ τις ᾖ, φησὶν, ἐν ἀγρῷ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω· τουτέστιν, εἰ εὑρίσκοιτό τις ἐν φιλεργίαις ὑπάρχων καὶ πόνοις, καὶ πνευματικῆς εὐκαρπίας ἐπιμελητὴς, καὶ τοὺς ἐξ ἱδρώτων ἀγαθῶν συλλέγων μισθοὺς, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω· ὡς γὰρ αὐτός που πάλιν ἔφη Χριστὸς, «Οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Χρὴ γὰρ ἔχεσθαι τῶν ἱερῶν σπουδασμάτων ἀμεταστρέπτοις ὁρμαῖς, ἵνα μὴ τοῦτο πάθωμεν ὃ δὴ καὶ συνέβη παθεῖν τὴν ἐν Σοδόμοις γυναῖκα, ἣν δὲ