Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.841
Not analysed yet
ἐπερωτηθεῖσιν οἰκείας οὐκ ἀξιοῖ· πλὴν ἐκεῖνο μόνον, φησὶν, εἰς ὄνησιν ἀνθρώπου παντός· «Ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστιν·» οὐκ ἔρχεται μετὰ παρατηρήσεως. Μὴ γὰρ δὴ χρόνους ἐρωτᾶτε, φησὶ, καθ' οὓς ἐπιλάμψει πάλιν, ἤγουν ὁ καιρὸς ἐνστήσεται τῆς τῶν οὐρανῶν βασιλείας, σπουδάσατε δὲ μᾶλλον τυχεῖν αὐτῆς· ἐντὸς γὰρ ὑμῶν ἐστι· τουτέστιν ἐν ταῖς ὑμετέραις προαιρέσεσι καὶ ἐν ἐξουσίᾳ κεῖται τὸ λαβεῖν αὐτήν· ἔξεστι γὰρ ἀνθρώπῳ παντὶ, τὴν εἰς τὸν Χριστὸν δικαίωσιν τὴν διὰ πίστεως δηλονότι καταπλουτήσαντι, καὶ διὰ πάσης ἀρετῆς ἐκλελαμπρυσμένῳ, τῆς τῶν οὐρανῶν βασιλείας τυχεῖν. Ἐνεργείᾳ μὲν γὰρ ἐκτός ἐστιν, ἀφ' ὧν ἐξίασιν ἐκ τῆς καρδίας διαλογισμοὶ πονηροί· δυνάμει δὲ ἐντὸς πάντων. Ὅτι γὰρ καὶ τῶν Φαρισαίων ἐντὸς ἦν ἡ βασιλεία τοῦ Θεοῦ, ἀγνοούντων καὶ οἰομένων χρόνῳ τινὶ αὐτὴν εἰς τόπον ἔξωθεν ἔρχεσθαι, Ἰωάννης δείκνυσι λέγων· «Μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε,» περὶ Χριστοῦ λέγων. Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε. (A f. 233, C f. 141) Ταῦτα λέγων, ἑτοίμους εἶναι αὐτοὺς βούλεται πρὸς πᾶν ὁτιοῦν τῶν ἀνιᾷν πεφυκότων, καὶ προευτρεπίζεσθαι πρὸς ὑπομονήν· ἵνα εὐδόκιμοι γεγονότες, εἰσελάσαι δυνηθῶσιν εἰς τὴν τοῦ Θεοῦ βασιλείαν. Προαπαγγέλλει τοίνυν, ὅτι πρὸ τῆς ἐξ οὐρανῶν ἀφίξεως τῆς ἐσομένης ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, θλῖψις προσελάσει καὶ διωγμὸς, ὥστε μίαν ἡμέραν αὐτοῦ ἰδεῖν ἐπιθυμῆσαι, τουτέστι τὴν ἐν τῷ καιρῷ τοῦ συνδιατρίβειν ἔτι καὶ συνδιαιτᾶσθαι Χριστῷ· καί τοι πλείστη τις ἦν ἡ κατ' αὐτοῦ γενομένη τῶν Ἰουδαίων ἐξιτηλία· λίθοις γὰρ ἔβαλλον αὐτὸν, ἐδίωξαν οὐχ ἅπαξ ἀλλὰ πλειστάκις· ἦγον ἕως ὀφρύος τοῦ ὄρους, ἵνα κατακρημνίσωσιν αὐτόν· λοιδορίαις λελυπήκασι καὶ συκοφαντίαις, καὶ οὐδεὶς ἦν τρόπος σκαιότητος τοῖς Ἰουδαίοις ἀνεπιτήδευτος· πῶς οὖν ἐπιθυμήσειν εἶπε τοὺς μαθητὰς μίαν ἡμέραν ἰδεῖν αὐτοῦ; Ἀντιπαραθέσει γὰρ τῶν ὑπερκειμένων κακῶν, αἱρετά πώς εἰσι τὰ ἐλάττονα· μειζόνων γὰρ μετὰ τὴν αὐτοῦ ἀνάληψιν θλίψεων ἐπειράθησαν. Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἡ ἀστράπτουσα ἐκ τῆς ὑπ' οὐρανόν, κ. τ. λ. (A f. 233 b, B f. 264 b, C f. 144) Πλὴν ὅτι καταβήσεται μὲν ἐξ οὐρανοῦ, οὐκ ἀσήμως δὲ ἢ ἀσυμφανῶς, ἀλλ' ἐν δόξῃ τῇ θεοπρεπεῖ, καὶ φῶς ἀπρόσιτον οἰκῶν, διαμεμήνυκε λέγων, ὡς ἀστραπὴν ἔσεσθαι τὴν ἑαυτοῦ παρουσίαν. Ἐγεννήθη μὲν γὰρ κατὰ σάρκα καὶ ἐκ γυναικὸς, τὴν ἐφ' ἡμῖν ἀποπληρώσων οἰκονομίαν· καὶ κεκένωκε διὰ τοῦτο, καὶ τεταπείνωκεν ἑαυτὸν, καὶ ἦν οὐκ ἐν δόξῃ θεότητος ἐμφανῶς· ἐκάλει γὰρ εἰς τοῦτο καιρὸς, καὶ τῆς οἰκονομίας ἡ χρεία. Μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἀναπτὰς εἰς οὐρανὸν, καὶ συνεδρεύσας τῷ Θεῷ καὶ Πατρὶ, καταβήσεται πάλιν οὐκ ἐν ὑφέσει δόξης, οὔτε μὴν