Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.848
Not analysed yet
κακουργίας, καὶ ἀπάσης φαυλότητος ἐπιτηδευταὶ, ἀφεθήσονται, τῇ διὰ πυρὸς ὑποκεισόμενοι δίκῃ Ἔσται τοίνυν καὶ ἐπ' αὐτοῖς πλείστη τις καὶ ἀκριβὴς τῶν τρόπων ἡ δοκιμασία· καὶ ὁ μὲν χρηστὸς παραληφθήσεται· ὅ γε μὲν οὐ τοιοῦτος ἀφεθήσεται. —(A f. 235 b) Εἰπόντος γε μὴν τὸ παραληφθήσεται, χρησίμως καὶ ἀναγκαίως διερωτῶσιν οἱ μαθηταί· «Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.» —(B f. 167, D f. 58 b) Καὶ τί δὲ τοῦτό ἐστιν; Ἀπὸ κοινοῦ καὶ ἐμφανεστάτου πράγματος, μέγα καὶ βαθὺ μυστήριον ὑπαινίττεται. Καὶ ποῖον τοῦτό ἐστι; Καταβήσεται μὲν γὰρ ἐξ οὐρανῶν, ἵνα κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ· ἀλλ' αὐτὸς, φησὶν, ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ, καὶ ἐκλέξουσιν ἐκ τῶν ἁμαρτωλῶν τοὺς δικαίους καὶ ἁγίους, καὶ προσοίσουσιν αὐτῷ· τούς γε μὴν ἑτέρους ἀφιᾶσιν ἐν γῇ, κολασθησομένους δηλονότι. Τοιοῦτόν τι καὶ ὁ πάνσοφος Παῦλος ὑποδηλοῖ γράφων· «Λέγω γὰρ ὑμῖν, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ἀλλ' αὐτὸς σαλπίσει, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται ἄφθαρτοι, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ· καὶ ἡμεῖς οἱ ζῶντες, ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.» Ὥσπερ οὖν σώματος κειμένου νεκροῦ, τὰ σαρκοβόρα τῶν πτηνῶν ἐπ' αὐτὸ συντρέχει, οὕτως ὅταν ὁ Υἱὸς τοῦ ἀνθρώπου παραγένηται, τότε δὴ πάντες οἱ ἀετοὶ, τουτέστιν οἱ τὰ ὑψηλὰ πετόμενοι, καὶ τῶν ἐπιγείων καὶ κοσμικῶν ἀνενηγμένοι πραγμάτων, ἐπ' αὐτὸν συνδραμοῦνται. ΚΕΦΑΛ. ΙΗʹ. Πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. (A f. 236, C f. 144 b, D f 59) Ἀδιαλείπτως οὖν χρὴ προσεύχεσθαι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, εὖ εἰδότας καὶ ἀραρότως πιστεύοντας, ὅτι πάντα δύναται κατορθοῦν ὁ παρακαλούμενος. «Αἰτείτω γάρ τις, φησὶ, πίστει μηδὲν διακρινόμενος. Ὁ γὰρ διακρινόμενος, ἔοικε κλύδωνι θαλάσσης, ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.» Μὴ γὰρ οἰέσθω, φησὶν, ὁ ἄνθρωπος ἐκεῖνος, ὡς λήψεταί τι παρὰ τοῦ Κυρίου· ὑβριστὴς γὰρ ὁμολογουμένως ὁ διακρινόμενος. Εἰ γὰρ μὴ πεπίστευκας ὅτι τὴν σὴν αἴτησιν ἀποπερανεῖ, μηδὲ προσέλθῃς ὅλως· ἵνα μὴ κατήγορος εὑρεθῇς τοῦς πάντα