Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.849
Not analysed yet
ἰσχύοντος, διψυχήσας ἀβούλως. Χρὴ τοιγαροῦν τὴν οὕτως αἰσχρὰν παραιτεῖσθαι νόσον· ὅτι δὲ τοῖς οὐ περιέργως ἢ ἀτημελῶς, ἀλλ' ἐν σπουδῇ καὶ ἀδιαλείπτως ποιουμένοις τὰς λιτὰς κατανεύσει ὁ Θεὸς, ἡ προκειμένη παραβολὴ πιστώσεται. Εἰ γὰρ τὸν ἄδικον κριτὴν, τὸν μήτε Θεὸν φοβούμενον, μήτε μὲν ἄνθρωπον ἐντρεπόμενον, δεδυσώπηκε τῆς χήρας ἡ συνεχὴς πρόσοδος, ὥστε καὶ ἄκοντα ποιῆσαι τὴν ἐκδίκησιν αὐτῆς, πῶς ὁ φιλοικτείρμων καὶ μισοπόνηρος, ὁ τοῖς ἀγαπῶσιν αὐτὸν χεῖρα νέμων ἀεὶ τὴν σώζουσαν, οὐ προσδέξεται μὲν προσιόντας αὐτῷ καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, ποιήσει δὲ τὴν ἐκδίκησιν αὐτῶν ὡς ἐξειλεγμένων; (A f. 236) Ἀλλὰ γὰρ τίνες ὅλως οἱ ἀδικοῦντες αὐτοὺς, φέρε δὴ, φέρε καταθρήσωμεν [cod. καταθρηνήσωμεν]. Ἀδικοῦσιν ἁγίους πλεῖστοί τε ὅσοι καὶ ἐπὶ πολλοῖς, τὸν τῆς ἀληθείας ὀρθοτομοῦντας λόγον, οἱ τῶν ἱερῶν δογμάτων ἀνεπιστήμονες, καὶ πάσης ὀρθότητος ἀπενηνεγμένοι. Οὗτοι δέ εἰσι, τὰ μιαρὰ καὶ βέβηλα τῶν αἱρετικῶν ἐργαστήρια, ἅπερ ἂν εἴποι τις θανάτου πύλας· οὗτοι διωγμοὺς καὶ θλίψεις ἐπάγουσι τοῖς ὀρθοποδοῦσι περὶ τὴν πίστιν· κατὰ τούτων οἱ Θεῷ γνώριμοι ποιοῦνται τὰς λιτὰς, τοὺς ἁγίους ἀποστόλους ἀπομιμούμενοι, οἳ τῆς Ἰουδαίων σκαιότητος κατακεκραγότες, ἔφασκον· «Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.» Ἀλλὰ γὰρ ἴσως ἐρεῖ τις· Τοῖς ἁγίοις ἀποστόλοις ἔφη που Χριστός· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, προσεύχεσθε ἐπὶ τῶν ἐπηρεαζόντων.» Πῶς οὖν ἄρα προσευξόμεθα κατ' αὐτῶν, εἶτα τῆς θείας οὐκ ἀλογήσομεν ἐντολῆς; Πρὸς τοῦτό φαμεν· Ἆρ' οὖν εὐξόμεθα παῤῥησίαν αὐτοῖς καὶ ἰσχὺν δοθῆναι παρὰ Θεοῦ, ἵνα τοὺς τὰ αὐτὰ πρεσβεύοντας μὴ ἐῶσι μυσταγωγεῖν; Καὶ πῶς οὐκ εὔηθες παντελῶς τὸ χρῆμά ἐστιν; Οὐκοῦν ὅταν μὲν εἰς ἡμᾶς αὐτοὺς τὰ παρά τινων ἔρχηται πλημμελήματα, τότε δὴ, τότε καύχημα ποιησόμεθα τὸ ἐπ' αὐτοῖς ἀμνησίκακον καὶ φιλάλληλον· τότε τοὺς ἁγίους Πατέρας ἀπομιμούμενοι, κἂν παίωσι, κἂν ὑβρίζωσι, κἂν ἑτέρους ἡμῖν πλεονεξίας ἐπιφέρωσι τρόπους, ἀπαλλάξομεν πάσης αἰτίας αὐτοὺς, κρείττους ἐσόμεθα καὶ ὀργῆς καὶ λύπης. Ὅταν δέ τινες εἰς αὐτὴν ἁμαρτάνωσι τὴν τοῦ Θεοῦ δόξαν, τῶν τὸ θεῖον ἱερουργούντων κήρυγμα, πολέμους καὶ θλίψεις κατασωρεύοντες, τότε πρόσιμεν Θεῷ, τὴν παρ' αὐτοῦ ζητοῦντες ἐπικουρίαν, καὶ τῶν μαχομένων αὐτοῦ τῇ δόξῃ κατακεκραγότες· καθάπερ ἀμέλει καὶ ὁ μέγας Μωϋσῆς· ἔφη γάρ· «Ἐξεγέρθητι, Κύριε· διασκορπισθήτωσαν οἱ ἐχθροί σου· φυγέτωσαν πάντες οἱ μισοῦντες τὸ ὄνομά σου.» Καὶ αὐτὸ δὲ τὸ εἰρημένον παρὰ ἁγίων ἀποστόλων, ἐκδείξειεν ἂν οὐκ ἀσυντελοῦν πρὸς ὄνησιν τῷ θείῳ κηρύγματι, τὸ ἀσθενῆσαί πως τῶν διωκόντων τὴν χεῖρα· «Ἔπιδε γὰρ, φησὶν, ἐπὶ τὰς ἀπειλὰς αὐτῶν,» τουτέστι ματαίωσον αὐτῶν τὰς ἐπαναστάσεις· «καὶ δὸς τοῖς δούλοις σου, μετὰ παῤῥησίας λαλεῖν τὸν λόγον σου.» Ὅτι γὰρ ἤμελλον τοὺς τῆς ὀρθότητος λόγους ἐκκαπηλεύειν τινὲς, καὶ τῆς ὑγιαινούσης πίστεως ἀποφέρειν πολλοὺς, προαναπεφώνηκε λέγων