Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.853
Not analysed yet
ἐρωτήσεως τὸ σπάνιον παριστῶν. Εἴωθε γὰρ ἐπὶ τοῦ σπανίου, τῷ ἐρωτηματικῷ τρόπῳ χρᾶσθαι· ὡς κἀνταῦθα δηλῶν, ὅτι βραχεῖς ἔσονται οἱ τὴν πίστιν φυλάττοντες· καὶ ἐν ὀλίγοις αὐτὴν εὑρήσει ἐπὶ τῆς γῆς, ἐν νεφέλαις ἐλθών. (A f. 236 b) Ἵνα δὲ μάθῃς ὅσην ἔχει ζημίαν τὸ κατακρίνειν ἑτέρους, καὶ μὴ ἐπὶ τοῖς οἰκείοις πταίσμασι μετανοεῖν, ἐξ αὐτῶν σε τῶν Εὐαγγελίων πιστώσομεν. Λέγει τοιγαροῦν οὗτος ὁ μακάριος Λουκᾶς περὶ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· «Εἶπε δὲ αὐτοῖς καὶ παραβολὴν περὶ τῶν δικαιούντων ἑαυτοὺς, ἐξουθενούντων δὲ τοὺς ἑτέρους.» Καὶ τίς ἡ παραβολή; Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, κ. τ. λ. (A f. 236 b, C f. 145, E f. 298) Ἐνταῦθα γὰρ διδάσκει ἡμᾶς, τίνα χρὴ τρόπον τὰς πρὸς αὐτὸν ποιεῖσθαι λιτὰς, ἵνα μὴ ἄμισθον εὑρεθῇ τοῖς χρωμένοις τὸ χρῆμα· μηδὲ δι' ὧν ἄν τις ὠφελεῖσθαι νομίζοι, διὰ τούτων αὐτῶν παροτρύνῃ καθ' ἑαυτοῦ τὸν τῶν ἄνωθεν χαρισμάτων δοτῆρα Θεόν· γέγραπται γὰρ, ὅτι «Ἔστι δίκαιος ἀπολλύμενος ἐν δικαίῳ αὐτοῦ.» Ἰδοὺ γὰρ ἐνταῦθα ὁ Φαρισαῖος κατακέκριται, ὅτι μὴ ἐπιστημόνως ἐποιεῖτο τὴν προσευχήν. Πολλὰ γὰρ κατ' αὐτὸν αὐτοῦ τὰ ἐγκλήματα· πρῶτον μὲν φορτικός ἐστι καὶ ἄνους· τεθαύμακε γὰρ αὐτὸς ἑαυτὸν, καίτοι βοῶντος τοῦ ἱεροῦ Γράμματος· «Ἐγκωμιαζέτω σε ὁ πέλας, καὶ μὴ τὸ σὸν στόμα· ἀλλότριος, καὶ μὴ τὰ σὰ χείλη.» Εἶτα, ἠγνόησεν ὅτι τὸ κακῶν εἶναι κρείττονα, οὐχὶ πάντη τε καὶ πάντως ἀξιοθαύμαστον ἀποφαίνει τινά· τὸ δὲ ἁμιλλᾶσθαι φιλεῖν τοῖς εἰωθόσιν εὐδοκιμεῖν, λαμπρὸν καὶ διαπρεπῆ, καὶ τοῖς δικαίως τεθαυμασμένοις ἐναρίθμιον ἀπεργάζεται. —(A f. 239, E f. 298) Ὁ γοῦν τελώνης εἱστήκει μακρόθεν· οὐδ' ὅσον εἰπεῖν ἀνατεῖναι τολμῶν εἰς ὕψος τοὺς ὀφθαλμοὺς, ἀλλὰ τῷ ἐρυθριῶντι βλέμματι, τὸ τῆς ψυχῆς μηνύων ἀπαῤῥησίαστον. Ὁρᾷς ὅτι περιστείλας τὴν παῤῥησίαν, ὡς οὐκ ἔχων αὐτὴν, τοῖς ὑπὸ τοῦ συνειδότος ἐλέγχοις πλήττεται; Δέδιε γὰρ καὶ μόνον ὀφθῆναι Θεῷ, ὡς ὀλίγως φροντίσας τῶν αὐτοῦ νόμων· καὶ δι' αὐτοῦ τοῦ φαινομένου σχήματος, τῆς ἑαυτοῦ φαυλότητος κατηγορεῖ· τύπτει τὸ στῆθος, ὁμολογεῖ τὰ ἐγκλήματα, δείκνυσιν ὡς ἰατρῷ τὴν νόσον, καὶ κατοικτείρεσθαι παρακαλεῖ. —(A f. 241 b, E f. 305) Ὥσπερ οὖν οὐδὲ ὁ τελώνης [ἐξουδενώθη]· τί γάρ φησι περὶ αὐτοῦ, τοῦ τὰς οἰκείας ἁμαρτίας ὁμολογοῦντος, ὁ πάντων Κριτὴς, ὁ τὰς καρδίας ἐπιγινώσκων, ὁ τὰς πάντων δεχόμενος προσευχάς; «Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, ἢ ἐκεῖνος.» Κἂν εἴ τις γὰρ γένοιτο χρηστὸς καὶ ἐπιεικὴς, μὴ ταύτης ἕνεκα τῆς αἰτίας ὑπεροψίαν νοσείτω· μεμνήσθω δὲ μᾶλλον Χριστοῦ λέγοντος τοῖς ἁγίοις ἀποστόλοις· «Ὅταν ταῦτα ποιήσητε, δῆλον δὲ ὅτι τὰ διατεταγμένα, λέγετε ὡς Δοῦλοι ἀχρεῖοί ἐσμεν· ὃ ὠφείλομεν ποιῆσαι, πεποιήκαμεν.» Ὀφείλομεν δὲ ὡς ἐξ ἀναγκαίου ζυγοῦ