Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.856
Not analysed yet
τῷ ἐπὶ πάντας Θεῷ τὴν δουλείαν, τὴν ὑποταγὴν τὴν εἰς πᾶν ὁτιοῦν· ὁρᾷς ὅπως ὁ τελώνης τὰ ἁμαρτήματα ἀπεδύσατο, τὴν τοῦ Φαρισαίου κατηγορίαν πράως ἐνεγκών; Καὶ ὁ μὲν ἀπὸ δόξης, εἰς τὸ τῆς ἀτιμίας κατέπεσε βάραθρον· ὁ δὲ ἀπὸ τῆς ἐπονειδίστου ζωῆς, εἰς μακαρίαν ἐπανῆλθε κατάστασιν· καὶ ὁ μὲν πολλῷ τῷ μέσῳ τῆς πρὸς Θεὸν ἐγγύτητος ἐκεχώριστο· ὁ δὲ πρὸς τὴν τῆς παῤῥησίας χώραν ἀνείλκυτο· καὶ ὁ μὲν ἐξ ὄγκου τεταπείνωτο, ὁ δὲ ἐκ ταπεινώσεως ὕψωτο. Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται. (A f. 243 b, B f. 169, D f. 60) Προσέθει ποτε γύναια, καὶ δὴ καὶ βρέφη προσεκόμιζον αἱ μητέρες, ἵνα ἐπιθῇ αὐτοῖς τὰς χεῖρας· ὄχλον δὲ τὸ χρῆμα νομίσαντες εἶναι, ἀπεῖργον οἱ μαθηταί· αὐτὸς δὲ καὶ λίαν ἀσμένως προσίετο, λέγων· «Ἄφετε· τῶν γὰρ τοιούτων ἡ βασιλεία.» Ἐντεῦθεν ἀταλαίπωρον ἰδεῖν, ὡς ἀκακίας σύμβολον τὸ ἀρτιγενές ἐστι παιδίον· νέα γὰρ ὥσπερ κτίσις, τὸ βρέφος. Οὐ βασκαίνοντες μέν τοι τοῖς βρέφεσιν ἐπετίμων οἱ μαθηταὶ, ἀπονέμοντες δὲ μᾶλλον ὡς διδασκάλῳ τὸ χρεὼν, καὶ οἱονεὶ τὰς περιττὰς ὀχλήσεις ἀπείργοντες· οὐκ ἀσυνέτους δὲ ἡμᾶς εἶναι βούλεται Χριστὸς, φάσκων· «Τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν·» ἀλλὰ τῇ κακίᾳ νηπιάζειν, ταῖς δὲ φρεσὶ τελείους ὑπάρχειν· τὸ γὰρ βρέφος, ἢ ὀλίγα παντελῶς, ἢ οὐδὲν ὅλως εἰδὸς, ἀπαλλάττοιτο ἂν εἰκότως τῆς ἐπὶ φαυλότητι καὶ πονηρίᾳ διαβολῆς· οἷς καὶ ἡμᾶς ἐξομοιοῦσθαι προσήκει, ἁπλοῦν καὶ ἀπόνηρον διαζῶντας βίον· τελείους δὲ εἶναι χρὴ ταῖς φρεσὶν, ἑδραῖον ἔχοντας τὸν νοῦν, εἰς τὸ εἰδέναι σαφῶς τίς ὁ τῶν ὅλων Θεὸς, καὶ διαβολικῶν σκανδάλων ἀποφοιτᾷν· οὗτος γὰρ ὅρος φιλοσοφίας, τὸ μετὰ συνέσεως ἄπλαστον εἶναι. Ἐπηρώτησέ τις αὐτὸν ἄρχων, κ. τ. λ. (A f. 244, D f. 60) Ὁ ἐνθάδε λεγόμενος ἄρχων, ἀκριβὴς εἶναί τις ὑπονοούμενος, ᾠήθη δύνασθαι ἐλέγξαι Χριστὸν, ἀτιμάζοντα μὲν τὴν διὰ Μωϋσέως ἐντολὴν, ἰδίους δὲ νόμους εἰσκεκομικότα. Προσέρχεται τοίνυν, καὶ χρηστολογεῖν ὑποπλάττεται· διδάσκαλον γὰρ ὑποκαλεῖ, καὶ ἀγαθὸν ὀνομάζει, καὶ μαθητιᾷν ἐπαγγέλλεται. Εἰ δὲ πειράζων ἐπύθετο, εἰκότως ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, φησὶ πρὸς αὐτόν· Εἰ μὴ πεπίστευκας ὅτι Θεός εἰμι, πῶς τὰ μόνῃ πρέποντα τῇ ἀνωτάτῳ φύσει περιτέθεικάς μοι, καὶ ἀγαθὸν ἀποκαλεῖς, ὃν δὴ καὶ νενόμικας ἄνθρωπον εἶναι κατὰ σέ; Φύσει γὰρ ἀγαθὸς ὁ Θεὸς, καὶ ἴδιον αὐτοῦ καὶ οὐσιωδῶς ἐμπεφυκὸς καὶ ἐξαίρετον ἀξίωμα, τὸ εἶναι ἀγαθὸν, κατὰ μέθεξιν δὲ, ἄγγελοι καὶ ἡμεῖς. Καὶ οὗτος μὲν ὁ τοῦ λόγου σκοπὸς γέγονε τῷ Χριστῷ. Οὐκ ἀνέξεται δὲ ἴσως τῆς τῶν ἐννοιῶν ὀρθότητος, ὁ τῆς Ἀρείου δυσσεβείας μέτοχος, φάσκων· Ἰδοὺ σαφῶς ἠρνήσατο εἶναι ἀγαθὸς, ἀνατίθησι δὲ ὡς μόνῳ πρέπον τῷ Θεῷ καὶ Πατρί. Ἀλλ' εἴπερ ἦν, φησὶν, ὁμοούσιος αὐτῷ καὶ ἐξ αὐτοῦ κατὰ