Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.869
Not analysed yet
τὴν ἐνθένδε ἀποδημίαν, τήν τε μετὰ ταῦτα τῆς βασιλείας ὑποδοχὴν, καὶ τὴν ἐπὶ τούτοις ἐπ' ἀγαθαῖς ἐλπίσι προσδοκωμένην ἡμῖν δευτέραν αὐτοῦ θεοφάνειαν, αἰνίττεται καὶ ὡς κατ' ἐκεῖνο καιροῦ, τῶν μὲν ἀξίων αὐτοῦ βασιλεύσει, κοινωνοὺς αὐτοὺς τῶν ἀγαθῶν καὶ δὴ καὶ τῆς βασιλείας ποιησάμενος· τῶν δὲ ἐπὶ τοῦ παρόντος βίου τὸ κήρυγμα παραιτησαμένων, ἐν ἐχθρῶν τε χώρᾳ καὶ πολεμίων ἑαυτοὺς καταλεξάντων κριτὴς ἔσται ἀπαραίτητος. Ταῦτα δ' ἐν παραβολῆς ἐθέσπιζε τρόπῳ, σαφῶς διδάσκων, ὅτι μήπω τότε ταῦτ' ἐξέφαινεν ἀνθρώποις συνὼν, ὁ τῆς αὐτοῦ βασιλείας ἐνειστήκει καιρός. Ἔλεγε δ' οὖν ταῦτα καὶ παρεδίδου, ἐν Ἱεριχοῖ μὲν ποιούμενος τὰς διατριβὰς, ὁρμῶν δὲ λοιπὸν ἐπὶ τὰ Ἱεροσόλυμα· καὶ ἔλεγεν ἀναγκαίως· ἐπειδὴ πολὺς ἦν ὁ περὶ αὐτοῦ παρὰ τοῖς πᾶσι λόγος, ὡς αὐτίκα τότε μέλλοντος ἐν τοῖς Ἱεροσολύμοις τὴν διὰ τῶν προφητῶν ἀνακεκηρυγμένην αὐτοῦ βασιλείαν παραλήψεσθαι· ἧς ὑπονοίας μυρία τοῖς πολλοῖς ἐγίνετο αἴτια, τὰ πρὸς αὐτοῦ δρώμενα θαύματα, αἵ τε παράδοξοι δυνάμεις, δι' ὧν τοὺς θεωμένους ἔπειθεν ἀραρότως, αὐτὸν εἶναι ἡγεῖσθαι τὸν ἐκ πατέρων αὐτοῖς κατηγγελμένον καὶ προσδοκώμενον Χριστόν. Ἐπειδὴ τοίνυν ἤδη παρεῖναι τῆς αὐτοῦ βασιλείας τὸν καιρὸν ὑπελάμβανον, ἀναγκαίως τοὺς τοῦτο νομίζοντας διωρθοῦτο τῆς ψευδοῦς δόξης. (A f. 255 b, B f. 175 b) Ὅπερ οὖν ἔφημεν, καταγράφει τῆς παραβολῆς ὁ σκοπὸς ὅλην ὡς ἐν βραχέσι τῆς ἐφ' ἡμῖν γενομένης οἰκονομίας τὴν δύναμιν, καὶ τοῦ κατὰ Χριστὸν μυστηρίου τὰ ἀπ' ἀρχῆς ἄχρι τέλους. Γέγονε μὲν γὰρ ἄνθρωπος Θεὸς ὢν ὁ Λόγος· κεχρημάτικε δὲ διὰ τοῦτο δοῦλος· ἀλλ' ἦν καὶ ἔστιν εὐγενὴς, κατά γε τὴν ἐκ Πατρὸς ἄῤῥητον γέννησιν· ἀποπεράνας δὲ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, εἰς τὴν ἐνοῦσαν αὐτῷ κατὰ φύσιν ἀναπεφοίτηκε δόξαν, καὶ οἷον ἀποδεδήμηκεν εἰς χώραν μακράν· χώρα γὰρ ἑτέρα παρὰ τὴν γῆν, ὁ οὐρανός· ἀνέβη δὲ λαβεῖν ἑαυτῷ βασιλείαν. Πῶς δὲ ὁ τῶν ὅλων βασιλεύων μετὰ τοῦ Πατρὸς, ἄνεισι πρὸς αὐτὸν ληψόμενος βασιλείαν; Δηλονότι ἐνανθρωπήσαντι τῷ Υἱῷ καὶ τοῦτο δίδωσιν ὁ Πατήρ· ἀναφοιτήσας γὰρ εἰς οὐρανὸν, κεκάθικεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν τοῖς ὑψηλοῖς, τὸ λοιπὸν ἐκδεχόμενος, ἕως οὗ τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς. (A f. 255 b, B f. 275 b, C f. 147) Διανέμει γὰρ ὁ Σωτὴρ τοῖς πιστεύσασιν εἰς αὐτὸν, τὴν τῶν θείων χαρισμάτων διαφοράν· τοῦτο γὰρ εἶναί φαμεν τὰς δέκα μνᾶς. Πλὴν πολλὴ τούτων ἡ διαφορὰ πρὸς ἐκείνους, οἳ καὶ ὅλως ἠρνήσαντο τὴν βασιλείαν αὐτοῦ· οἱ μὲν γὰρ ἀνταίρουσιν, οἱ δὲ τῆς ἐπ' αὐτῷ