Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.868
Not analysed yet
ἐργασία, ἐν περιτομῇ κακίας, καὶ ἀργίᾳ φαύλης πράξεως· μὴ μέντοι αἰσθητῶς ἀκροβυστίαν περιτεμόντων, καὶ τηρούντων τὸ Σάββατον. Ἔγνω τοίνυν αὐτὸν ἕτοιμον εἰς ὑπακοὴν, καὶ θερμὸν εἰς πίστιν, καὶ εὐμετάβλητον ἀπὸ κακίας εἰς ἀρετήν· διὸ καὶ καλεῖ, καὶ ἄπεισι κερδήσων αὐτόν· ὁ δὲ «σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων,» οὐ μόνον ὅτι εἶδεν αὐτὸν ὡς ἐζήτει, ἀλλ' ὅτι καὶ ἐκλήθη παρ' αὐτοῦ, καὶ ὅτι ὑπεδέξατο αὐτὸν, ὡς οὐκ ἄν ποτε προσεδόκησεν. Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. (A f. 252 b, B f. 174) Πρόγνωσις αὕτη θεία, εὖ γὰρ ἠπίστατο τὸ ἐσόμενον· εἶδεν ἀνθρώπου ψυχὴν ἑτοιμότατα διανεύουσαν εἴς γε τὸ βιοῦν ἑλέσθαι ἁγίως· καὶ μετέθηκεν εἰς εὐσέβειαν· ὑπεδέξατο γὰρ, φησὶ, τὸν Ἰησοῦν χαίρων· ἔτυχε γὰρ ὧν μὴ προσεδόκα· ἀλλ' ἴσως ἐκεῖνο φαίη τις ἂν τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ· Αὐλίζῃ παρὰ Ζακχαίῳ καὶ παρὰ τῷ τελωνῶν ἡγουμένῳ, ὃς οὔπω τοὺς τῆς φιλοκερδείας ἀπενίψατο τρόπους; Ναὶ, φησίν· οἶδα τοῦτο, Θεὸς ὢν φύσει, καὶ τὰς ἑκάστου τῶν ἐπὶ τῆς γῆς ἐποπτεύων ὁδοὺς, καὶ πρὸς τούτοις ἔχων τῶν ἐσομένων τὴν γνῶσιν· κέκληκα πρὸς μετάγνωσιν, πρόθυμον ὄντα πρὸς τοῦτο. Τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς. (A f. 252 b) Ὁρᾷς πῶς ὁ τελωνῶν ἡγούμενος, ὁ φιλάργυρος, εὐθὺς ἐλεήμων καὶ φιλοπτωχίας γέγονε ἐραστὴς, διανέμειν ἐπαγγελλόμενος τοῖς ἐνδεέσι τὸν πλοῦτον, καὶ τοῖς ἠδικημένοις ἀπολογούμενος, κατὰ τὸν νόμον τὸν τέσσαρα πρόβατα ἀνθ' ἑνὸς ἐκτίσειν κελεύοντα, κατὰ τὴν τοῦ Δαβὶδ κρίσιν περὶ τοῦ τὴν ἀμνάδα λεχθέντος ἀπεστερηκέναι τοῦ πτωχοῦ. «Καὶ τὴν ἀμνάδα γὰρ, φησὶ, ἀποτίσει τετραπλασίονα.» Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο. (A f. 254) Ἔνθα γὰρ ἂν εἰσβάλῃ Χριστὸς, ἐκεῖ πάντως ἐστὶ καὶ σωτηρία· οὐκ εἰς ἀναβολὰς δὲ οὐδὲ ἐπαγγελίας, ἀλλὰ σήμερον τῷ Ζακχαίῳ τὴν σωτηρίαν ὁ Χριστὸς εὐαγγελίζεται· ἐπειδὴ καὶ αὐτὸς αὐτίκα πεποίηκεν ἃ ἐπηγγείλατο. Οὐ γὰρ εἶπεν· Δώσω τὰ ἡμίση, καὶ τοῖς ἀδικηθεῖσιν ἀποδώσω τετραπλοῦν· ἤκουσε γὰρ τοῦ Σολομῶντος· «Μὴ εἴπῃς· Ἐπάνηκε, καὶ αὔριον δώσω·» ἀλλ', «Ἰδοὺ, φησὶ, δίδωμι καὶ ἀποδίδωμι.» Διὸ καὶ ὁ Χριστός· Σήμερον, φησὶ, δίδως, σήμερόν σοι καὶ ἡ σωτηρία. Ἔδει τοίνυν τοὺς Ἰουδαίους χαίρειν ἐπὶ Ζακχαίῳ σεσωσμένῳ παραδόξως· ὅτι καὶ αὐτὸς εἰς υἱοὺς ἐτέλει τῷ Ἀβραὰμ, οἷς τὴν διὰ Χριστοῦ λύτρωσιν διὰ προφητῶν ἁγίων ἐπηγγείλατο ὁ Θεός. Προσθεὶς εἶπε παραβολήν· Ἄνθρωπός τις εὐγενὴς, κ. τ. λ. (B f. 255) Διὰ τῆς ἐν χερσὶ δὲ παραβολῆς, ὁμοῦ καὶ τὴν προτέραν εἰς ἀνθρώπους ἄφιξιν ἑαυτοῦ, καὶ