Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.876
Not analysed yet
σοῦ; Ἐγὼ γὰρ ἐλθὼν, ἔπραξα ἂν, τουτέστιν ἀπῄτησα, τὸ ἐμὸν σὺν τόκῳ Τῶν μὲν γὰρ διδασκάλων ἐστὶ τὸ κατασπείρειν τοῖς ἀκροωμένοις τὸν ἐπωφελῆ καὶ σωτήριον λόγον· ἔργον δὲ ἰσχύος τῆς παρὰ Θεοῦ, τὸ καλεῖν εἰς εὐπείθειαν τοὺς ἀκροωμένους καὶ εὔκαρπον αὐτῶν ἀποφαίνειν τὸν νοῦν. —(A f. 258 b) Ὁ μὲν ὀκνηρὸς οἰκέτης νεκρὸν θεὶς τὸ χάρισμα καὶ μὴ ἐπεργασάμενος, γυμνὸς καὶ τοῦ δοθέντος ἔσται χαρίσματος· οἱ δὲ τὴν ἀμείνω βαδίσαντες ὁδὸν, ἐν προσθήκαις ἔσονται τῶν ἄνωθεν ἀγαθῶν. —(B. f. 175 b) Σημειωτέον δὲ ὅτι ὁ ἕτερος τῶν εὐαγγελιστῶν οἶδε καὶ ποσότητος διαφορὰς τῆς γενομένης τῶν ταλάντων διανομῆς. «ᾯ μὲν γὰρ, φησὶ, δέδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἒν, τοῖς ἑκάστου μέτροις ἀναλόγως τὴν διανέμησιν ποιούμενος.» Τίνες δ' ἂν εἶεν οἱ θαρσούμενοι, φέρε λέγωμεν. Οἱ τέλειοι τὴν ἕξιν, οἶς ἂν πρέποι καὶ ἡ στερεὰ τροφὴ, μυσταγωγεῖν εἰδότες ὀρθῶς, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπιτηδευμάτων ἑαυτούς τε καὶ ἑτέρους ἀπευθύνοντες, ὁποῖοι γεγόνασιν οἱ θεσπέσιοι μαθηταὶ, καὶ οἱ μετ' ἐκείνους τὴν αὐτὴν διακονίαν διαδεξάμενοι· τούτοις ὁ σωτὴρ τὴν τῶν θείων χαρισμάτων δίδωσι διαφοράν· ἵνα ὦσι φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες· οὗτοι νουθετοῦντες τοὺς ὑπὸ χεῖρα λαοὺς, προσεργάζονται τῷ ταλάντῳ, καὶ τὸν τοῖς ἁγίοις πρέποντα κερδανοῦσι κλῆρον. —(A f. 259) Οἱ μὴ θελήσαντες ἐπ' αὐτοὺς βασιλεῦσαι τὸν ἄνθρωπον τὸν εὐγενῆ, κατεσφάγησαν ἔμπροσθεν αὐτοῦ. Τοῦτο πεπόνθασιν οἱ ἐξ αἵματος Ἰσραήλ· ἀρνησάμενοι γὰρ τὴν Χριστοῦ βασιλείαν, ταῖς ἐσχάταις περιπεπτώκασι συμφοραῖς, καὶ κακοὶ κακῶς ἀπολώλασιν. Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν. (B f. 178 b, C f. 148) Ἄγεται ὁ πῶλος, δύο μαθητῶν ἀπεσταλμένων παρὰ Χριστοῦ· ὑπηρετοῦσι γὰρ πρὸς τοῦτο αὐτῷ δύο τάγματα, προφῆται καὶ ἀπόστολοι δι' ὦν σαγηνεύεται εἰς πίστιν τὰ ἔθνη, ὧν ἐστι τύπος ὁ πῶλος· ἄγεται δὲ ἀπό τινος κώμης, ἵνα καὶ διὰ τούτων τὴν ἄδικον τῶν ἐθνῶν καταδείξῃ φρένα, οὐκ ἐννόμως, ἀλλ' ἀγρίως καὶ ἀτημελῶς ζησάντων. Πλὴν μετέστη ἐπὶ τὸ ἥμερον· γέγονε γὰρ ὑπὸ Χριστῷ τῷ πάντα διδάσκοντι. Ἕτερος δὲ εὐαγγελιστὴς, καὶ παῖδας ἔφη βαΐα φοινίκων ἀνατείνοντας προτρέχειν αὐτοῦ, καὶ ὁμοῦ τοῖς μαθηταῖς δοξολογεῖν· ἵνα καὶ δι' αὐτῶν τὸν νέον καὶ ἐξ ἐθνῶν λαὸν, ὥσπερ ἐν πίνακι γεγραμμένον ἴδωμεν· γέγραπται γάρ· «Καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον.» —(I f. 106 b) Τὸν τῆς κολάσεως δηλονότι, τὸν ἐξώτερον σκότον, τὸν ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οὖτος τῶν ἀφιλοικτιρμόνων ὁ κλῆρος.