Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.877
Not analysed yet
Πορευομένου δὲ αὐτοῦ, κ. τ. λ. (A f. 260) Ἀνῄει μὲν εἰς Ἱεροσόλυμα Χριστὸς, τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας καὶ ζωῆς ἀνατλῆναι σταυρόν· ἐπεκάθισέ τε τῷ πώλῳ· προσυπήντων δὲ τῶν Ἰουδαίων οἱ δῆμοι, καὶ παῖδες ἄνηβοι σὺν αὐτοῖς, καὶ πολλαῖς αὐτὸν εὐφημίαις καὶ κρότοις ἠπείγοντο στεφανοῦν· οἱ μὲν γὰρ ἐστρώννυον ἐν τῇ ὀδῷ τὰ ἱμάτια ἑαυτῶν, οἱ δὲ βραχεῖαν ἔτι κομιδῇ τὴν ἡλικίαν ἔχοντες, τὰ κάλυντρα τῶν φοινίκων ἀνατείνοντες ὑψοῦ, ᾠδὴν ἐποιοῦντο Χριστὸν, λέγοντες· Εἰρήνη ἐν οὐρανῷ· οὐκέτι τοῦ Θεοῦ ἡμῖν ἐκπεπολεμωμένου, ἀλλ' ἐν τῇ χώρᾳ ἡμῶν τῶν ἐχθρῶν αὐτοῦ περιπατοῦντος, καὶ διὰ τοῦτο ὑπὸ τῶν ἀγγέλων δοξαζομένου· ὁ γὰρ ἄνω βασιλεὺς κατέβη κάτω, καὶ μίαν ὑπακοὴν πεποίηκεν. Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον, κ. τ. λ. (A f. 260 b) Ἀλλ' οὐκ ἐδόκει συμφέρεσθαι ταῖς τοῦ πλήθους σπουδαῖς τοῖς καθηγεῖσθαι λαχοῦσιν· ὑπέτριζον γὰρ τοὺς ὀδόντας αὐτῶν, καὶ πρὸς τὴν τῶν παίδων ταύτην φωνὴν ἠγανάκτουν οἱ βάσκανοι Φαρισαῖοι, ἐπειδὴ ὁρώμενος ἄνθρωπος τὴν Θεῷ πρέπουσαν ὑμνολογίαν ἐδέχετο· καὶ δὴ καὶ προσῄεσαν οἱ θρασεῖς, μονονουχὶ διαμαρτυρόμενοί τε καὶ λέγοντες· «Οὐκ ἀκούεις τί οὗτοι λέγουσι;» ἀντὶ τοῦ, Ἄνθρωπος ὢν ἀνέχῃ δοξολογούμενος καὶ ὡς Θεὸς ὑμνούμενος, καὶ τὰς Θεῷ πρεπούσας εὐφημίας δέχῃ παρὰ τῶν παίδων; Καὶ τί πρὸς ταῦτα Χριστός; Ἠγανάκτησεν ἆρα κατὰ τῶν παίδων; ἀπεσείσατο τὴν δοξολογίαν; ἐπετίμησε τοῖς εὐφημοῦσιν αὐτὸν ὡς Θεόν; Οὐδαμῶς· ἔφη γὰρ μᾶλλον πρὸς τοὺς φιλεγκλήμονας, ἐπιστομίζων αὐτοὺς, ὅτι «Ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται.» Ὁρᾷς, ὅπως προσμεμαρτύρηκεν ἑαυτῷ τὴν τῆς θεότητος δόξαν, ὁ ἐποχούμενος τῷ πώλῳ καὶ κατὰ σάρκα υἱὸς Δαβίδ; Ἀλλ' οὐκ ἦν δόξης ἀλλοτρίας κοινωνὸς, ὡς οἱ χριστομάχοι φασὶν, ἀλλ' οὐδὲ ὕστερος παρὰ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ὡς Υἱὸς κατὰ μόνας· διὰ τοῦτο καὶ Θεὸς, καὶ Κύριος, καὶ Ὕψιστος ὀνομάζεται. Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ' αὐτῇ, λέγων, κ. τ. λ. (A f. 260 b) Ἔφη που διὰ φωνῆς Ἱερεμίου ὁ τῶν ὅλων Θεὸς περὶ τῶν Ἰουδαίων· «Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς ὁ Κύριος.» Καὶ πάλιν· «Ἄκουε, γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν, ὅτι τῷ λόγῳ μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο.» Καρποὶ τοίνυν γεγόνασι τῆς αὐτῶν ἀποστροφῆς, τὰ συμβεβηκότα αὐτοῖς σκυθρωπὰ δηλονότι· πλὴν καὶ οὕτως ἔχοντας γνώμης, κατηλέει Χριστὸς, «Ὃς πάντας ἀνθρώπους θέ-