Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.904
Not analysed yet
εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνακλιθησόμεθα· ἢν Ἡσαΐας ἀποθαυμάζων ἔλεγεν, ὡς πρὸς ἡμᾶς τοὺς μέλλοντας εἰς ἐκείνην ἔσεσθαι τὴν πόλιν· «Οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλήμ· πόλις πλουσία, σκηναὶ αἲ οὐ μὴ σεισθῶσιν, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν.» Ἡ μὲν γὰρ παρὰ ἀνθρώποις εὐθυμία, εἰς ὀλίγον ἀντέχει, ἀποῤῥήγνυται δὲ ὀλίγης τινὸς μεταξὺ γενομένης μεταβολῆς· αἱ δὲ ἐν τοῖς οὐρανοῖς μοναὶ καὶ τὸ παρ' αὐταῖς ἀγαθὸν, γενναῖον ἔχει τὸν τόνον, τῇ τοῦ Θεοῦ βουλήσει διακρατούμενον. Ἵνα τοίνυν ἐν ταῖς οὕτω ἀξιαγάστοις καταλύσωμεν μοναῖς, καὶ συνεορτάσωμεν τῷ Χριστῷ, καθαρὰν ἐπιτελέσωμεν τὴν νηστείαν, μὴ βρωμάτων [ἀποχῇ] συμμετροῦντες αὐτῆς τὴν δύναμιν, ἀλλ' ὥσπερ ἀναχωροῦμεν περιέργου τραπέζης, καὶ τῆς ἄλλης τρυφῆς ἀναχωρήσωμεν καὶ ποικιλίας κακῶν. Ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα, ἵνα φάγωμεν. (A f. 278 b) Φασὲκ ὁ τῆς ἑορτῆς ὠνομάζετο καιρὸς, δηλοῖ δὲ διάβασιν. Ὥσπερ οὖν τῆς Αἰγυπτίων δουλείας ὁ Ἰσραὴλ ἀπηλλάττετο, εἰς τὴν τῆς ἐπαγγελίας ἐρχόμενος γῆν, διὰ θαλάσσης μέσης βαδίζων ἀβρόχῳ ποδί· οὕτω καὶ ἡμᾶς δεῖ καθάπερ τινὰ θάλατταν διαπεραιοῦσθαι νεανικῶς, τὸν εἰκαῖον τοῦ παρόντος βίου περισπασμόν. Διαβαίνομέν γε μὴν ἐκ φιλοσαρκίας εἰς ἐγκράτειαν, ἐξ ἀγνωσίας τῆς πάλαι εἰς θεογνωσίαν τὴν ἀληθῆ, ἐκ θανάτου εἰς ἀφθαρσίαν. —(A f. 279, D f. 72) Ἴδωμεν τοὺς τύπους τιμῶσαν ἔτι τὴν ἀλήθειαν. Ἐλθούσης γὰρ, φησὶ, τῆς ἡμέρας, καθ' ἣν ἔδει θύεσθαι τὸ πάσχα, δύο τινὰς ἀπολέγδην τῶν ἁγίων ἀποστόλων (ἦσαν δὲ Πέτρος καὶ Ἰωάννης) πέπομφεν ἐν τῇ πόλει, εἰπὼν αὐτοῖς τὰ προγεγραμμένα· καίτοι τί δή ποτε οὐ τὸν ἄνθρωπον ἐναργῶς καταμεμήνυκε τοῖς ἀπεσταλμένοις; Οὐ γὰρ ἔφη πρὸς τὸν δεῖνα τυχὸν, ἀλλὰ σημεῖον δέδωκεν, ἄνθρωπον ἁπλῶς κεράμιον σκεῦος πεφορτισμένον. Τί οὖν πρὸς τοῦτό φαμεν; Ἤδη τοῖς Ἰουδαίοις ὑποσχόμενος ἦν ὁ προδότης παραδώσειν αὐτόν. Ἵνα τοίνυν μὴ μάθῃ τὸν ἄνθρωπον, καὶ δραμὼν ἀπαγγείλῃ τοῖς μισθωσαμένοις, δίδωσι σημεῖον· ἔτι γὰρ ἐπλάττετο τὴν μαθητοῦ εὔνοιαν ἔχειν, μιαιφονίαν ὠδίνων. «Ὑπαντήσει γὰρ, φησὶν, ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων.» Ἢ τάχα που καὶ μυστικόν τι καὶ ἀναγκαῖον διὰ τούτου δηλῶν· ἔνθα γὰρ ἂν εἰσέλθοι τὸ ὕδωρ (δῆλον δὲ ὅτι τὸ τοῦ ἁγίου βαπτίσματος), ἐκεῖ καταλύσει Χριστός· παντὸς γὰρ ἡμᾶς ἀπαλλάττει ῥύπου, ὥστε καὶ ναὸν ἡμᾶς ἅγιον γενέσθαι Θεοῦ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὺς διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος· οὐκ ἂν δὲ ἁμάρτοι τις τοῦ