Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.905
Not analysed yet
ἀληθοῦς, καὶ ἀγγεῖον [cod. ἀνάγειον] εἶναι λέγων τοῦ ἁγίου Πνεύματος, παντὸς ἁγίου ψυχήν. «Καυχάσθω γὰρ, φησὶν, ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ.» Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. (A f. 279) Ἑτοιμάσασι τὸ Πάσχα τοῖς μαθηταῖς συνειστιᾶτο Χριστός· ἀνεξικακῶν δὲ τῷ προδότῃ φησίν· «Ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν.» Τί δὲ τοῦτο δηλοῖ; Καιρὸν ἐζήτει τῆς προδοσίας ὁ φιλάργυρος μαθητής· ἵνα δὴ μὴ πρὸ τῆς ἑορτῆς τοῦ Πάσχα τοῖς φονῶσιν αὐτῶν παραδῷ, οὐ διαμεμήνυκεν ὁ Σωτὴρ ἢ τὸν οἶκον, ἢ τὸν ἄνθρωπον, παρ' ᾧ τὸ Πάσχα πεπλήρωκεν. Ἀποδιδοὺς τοιγαροῦν τὴν αἰτίαν τοῦ μὴ θελῆσαι σαφῶς εἰπεῖν τὸν παρ' ᾧ κατέλυσεν· «Ἐπιθυμίᾳ, φησὶν, ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ' ὑμῶν.» Ὅμοιον ὡς εἰ λέγοι· Πᾶσαν ἐθέμην σπουδὴν, ὅπως ἂν ἰσχύσω λαθεῖν τὴν τοῦ προδόντος ἀνοσιότητα, ἵνα μὴ πρόωρον ὑπομείνω τὸ πάθος. Πλὴν, οὐ μὴ φάγω τὸ Πάσχα τοῦτο, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Ἔθος δὲ αὐτῷ βασιλείαν Θεοῦ ὀνομάζειν τὴν ἐν πίστει δικαίωσιν, τὴν διὰ τοῦ βαπτίσματος κάθαρσιν, καὶ τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, καὶ τῆς ἐν πνεύματι λατρείας τὴν δύναμιν. Οὐκοῦν οὐ γεύσομαι, φησὶ, τοιούτου Πάσχα, τοῦ διὰ βρώσεως δηλονότι δηλουμένου τυπικῶς, ἕως οὗ πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· τουτέστιν, ἀναδειχθέντος τοῦ καιροῦ, καθ' ὃν ἡ βασιλεία τῶν οὐρανῶν εὐαγγελίζηται. Πληροῦται γὰρ ἐν ἡμῖν τοῖς τὴν ὑπὲρ νόμον τιμῶσι λατρείαν, Πάσχα τὸ ἀληθινόν. Καὶ οὐκ ἐξ ἀγέλης ἀμνὸς ἁγιάζει τοὺς ἐν Χριστῷ, αὐτὸς δὲ μᾶλλον ἁγίως ἱερουργούμενος διὰ τῆς μυστικῆς εὐλογίας, καθ' ἣν εὐλογούμεθα καὶ ζωοποιούμεθα. Γέγονε γὰρ ἡμῖν ἄρτος ζῶν, ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. —(C f. 153) Ἐν τῷ εἰς τὸ κατὰ Ματθαῖον Εὐαγγελίῳ οὕτω κεῖται· «Οὐ μὴ πίω ἀπάρτι ἐκ τούτου γενήματος τοῦ ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ Πατρός μου.» (A f. 280) Ἀσταχύων γὰρ οἷά τις ἀπαρχὴ, καὶ νέος ὥσπερ καρπὸς ἐν εἴδει δράγματος, νοεῖται Χριστὸς, ὁ πρωτότοκος ἐκ νεκρῶν, ἡ τῆς ἀναστάσεως καὶ ἡμῖν ὁδὸς, ὁ πάντα πρὸς καινότητα μεταστοιχειῶν, καὶ παλαιότητος ἀπαλλάττων. Ἀνεκομίζετο δὲ τὸ δράγμα ἔναντι Κυρίου. Ἐγηγερμένος γὰρ ἐκ νεκρῶν ὁ Ἐμμανουὴλ, ὁ νέος τῆς ἀνθρωπότητος καὶ ὡς ἐν ἀφθαρσίᾳ καρπὸς, ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, ἵνα ἐμφανισθῇ νῦν ὑπὲρ ἡμῶν τῷ προσώπῳ τοῦ Θεοῦ καὶ Πατρός. Καὶ οὐχὶ δὴ πάντως ἑαυτὸν εἰς ὄψιν ἄγων αὐτοῦ· σύνεστι γὰρ ἀϊδίως καὶ οὐκ ἂν ἀπολιμπάνοιτο τοῦ Πατρὸς, ὡς Θεός· ὡς ἐν ἑαυτῷ