Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.909
Not analysed yet
καὶ γέγονε σάρξ· οὐ τροπὴν ἢ ἀλλοίωσιν ὑπομείνας εἰς ὅπερ οὐκ ἦν· οὔτε μὴν ἀποφοιτήσας τοῦ εἶναι Λόγος· γεννηθεὶς δὲ μᾶλλον κατὰ σάρκα ἐκ γυναικὸς, καὶ ἰδιοποιησάμενος σῶμα τὸ ἐξ αὐτῆς, ἵν' ἡμῖν ἑαυτὸν ἐμφυτεύσῃ καθ' ἕνωσιν ἀδιάσπαστον, καὶ θανάτου καὶ φθορᾶς ἀποφήνῃ κρείττονας. Τὴν γὰρ ἡμῶν ἠμπέσχετο σάρκα, ἵν' ἐκ νεκρῶν ἀναστήσας αὐτὴν, ὁδοποιήσῃ λοιπὸν τῇ πρὸς θάνατον κατενηνεγμένῃ σαρκὶ, τὴν εἰς ἀφθαρσίαν ἀναδρομὴν, καθά φησιν ὁ Παῦλος· «Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται.» Ἑνώσας τοίνυν ἑαυτῷ τὴν τῷ θανάτῳ κάτοχον σάρκα, Θεὸς ὢν ὁ Λόγος καὶ ζωὴ, ἀπεσόβησε μὲν αὐτῆς τὴν φθορὰν, ἀπέφηνε δὲ αὐτὴν καὶ ζωοποιόν. Καὶ μὴ ἀπιστήσῃς οἷς εἶπον· δέχου δὲ μᾶλλον ἐν πίστει τὸ ῥῆμα, ἐκ μικρῶν παραδειγμάτων τὰς ἐπ' αὐτῷ δὴ τούτῳ πληροφορίας συλλέγων. Ὅταν εἰς οἶνον ἢ γοῦν εἰς ἔλαιον ἢ εἴς τι τῶν ὑγρῶν μικρὸν ἄρτον ἐμβάλῃς, εὑρήσεις αὐτὸν γεγονότα μεστὸν τῆς ἐκεῖ ποιότητος. Ὅταν σίδηρος ὁμιλήσῃ πυρὶ, τότε ἐμπίπλαται τῆς ἐνεργείας αὐτοῦ, καὶ σίδηρος ὢν κατὰ φύσιν ἰδίαν, τὴν τοῦ πυρὸς ὠδίνει δύναμιν. Οὐκοῦν ὁ ζωοποιὸς τοῦ Θεοῦ Λόγος, ἑνώσας ἑαυτὸν τῇ ἰδίᾳ σαρκὶ, καθ' ὃν οἶδε τρόπον αὐτὸς, ζωοποιὸν ἀπέφηνεν αὐτήν. Ἔφη γὰρ αὐτός· «Ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, ἔχει ζωὴν αἰώνιον. Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.» Καὶ πάλιν· «Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα· καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν. Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.» Οὐκοῦν ἐσθίοντες τὴν σάρκα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ πίνοντες αὐτοῦ τὸ τίμιον αἷμα, ζωὴν ἔχομεν ἐν ἑαυτοῖς, ἓν ὡς πρὸς αὐτὸν ἀποτελούμενοι, καὶ ἐν αὐτῷ μένοντες, ἔχοντες δὲ αὐτὸν καὶ ἐν ἑαυτοῖς. Καὶ μή τις λεγέτω τῶν ἀπιστεῖν εἰωθότων· Ἆρα οὖν ἐπειδὴ καὶ ἐν ἡμῖν ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ τοῦ Θεοῦ Λόγος αὐλίζεται, ζωοποιόν ἐστι καὶ τὸ ἑκάστου σῶμα; Ἴστω δὲ μᾶλλον ὡς ἕτερόν ἐστι τὸ κατὰ μέθεξιν σχετικὴν ἡμᾶς ἔχειν ἐν ἑαυτοῖς τὸν Υἱὸν, ἔτερον δὲ ὁλοτρόπως τὸ αὐτὸν γενέσθαι σάρκα, τουτέστιν, ἴδιον ποιήσασθαι σῶμα τὸ ἐκ τῆς ἁγίας Παρθένου ληφθέν. Οὐ γὰρ ἐν ἡμῖν γενόμενος, ἐνανθρωπῆσαι λέγεται καὶ γενέσθαι σάρξ· τοῦτο γὰρ γέγονεν ἅπαξ, ὅτε προῆλθεν ἄνθρωπος, οὐκ ἀποβαλὼν τὸ εἶναι Θεός· ἴδιον οὖν γέγονε σῶμα τοῦ Λόγου, τὸ ἐκ τῆς ἁγίας Παρθένου ληφθὲν καὶ ἑνωθὲν αὐτῷ. Πῶς