Ancient Greek · ~10 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.912
Not analysed yet
δὲ ἢ τίνα τρόπον, εἰπεῖν οὐκ ἔνεστιν. Ἄφραστος γὰρ καὶ ἀπερινόητος παντελῶς, καὶ αὐτῷ μόνῳ γνώριμος ὁ τῆς ἑνώσεως τρόπος. Ἔδει τοίνυν αὐτὸν διὰ τοῦ ἁγίου Πνεύματος ἐν ἡμῖν γενέσθαι θεοπρεπῶς· συνανακιρνᾶσθαι δὲ ὥσπερ τοῖς ἡμετέροις σώμασι, διὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς καὶ τοῦ τιμίου αἵματος· ἃ δὴ καὶ ἐσχήκαμεν εἰς εὐλογίαν ζωοποιὸν, ὡς ἐν ἄρτῳ τε καὶ οἴνῳ. Ἵνα γὰρ μὴ ἀποναρκήσωμεν, σάρκα τε καὶ αἷμα προκείμενα βλέποντες ἐν ἁγίαις τραπέζαις ἐκκλησιῶν, συγκαθιστάμενος ὁ Θεὸς ταῖς ἡμετέραις ἀσθενείαις, ἐνίησι τοῖς προκειμένοις δύναμιν ζωῆς, καὶ μεθίστησιν αὐτὰ πρὸς ἐνέργειαν τῆς ἑαυτοῦ σαρκός· ἵνα εἰς μέθεξιν ζωοποιὸν ἔχωμεν αὐτὰ, καὶ οἷον σπέρμα ζωοποιὸν ἐν ἡμῖν εὑρεθῇ τὸ σῶμα τῆς ζωῆς. Καὶ μὴ ἀμφιβάλῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτοῦ λέγοντος ἐναργῶς. «Τοῦτό μού ἐστι τὸ σῶμα,» καὶ «Τουτό μού ἐστι τὸ αἷμα.» Δέχου δὲ μᾶλλον τοῦ Σωτῆρος ἐν πίστει τὸν λόγον· ἀλήθεια γὰρ ὢν, οὐ ψεύδεται. Ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ' ἐμοῦ ἐπὶ τῆς τραπέζης. (A f. 282 b, C f. 153) ᾬετο μὲν ἴσως διαβολικῆς ἀπονοίας ἐπίμεστος ὢν ὁ προδότης, δύνασθαι λαθεῖν Θεὸν ὄντα Χριστὸν, ἀλλ' ἠλέγχετο παρὰ Χριστοῦ, παμπόνηρος ὢν, καίτοι τραπέζης ἀξιούμενος καὶ συνέστιος ὢν, καὶ τῆς θείας ἡμερότητος μέχρι παντὸς ἀπολαύσας, ὃ δὴ μάλιστα φορτικωτέραν αὐτῷ τὴν κόλασιν ἀπεργάζεται. Πλὴν οὐαὶ τῷ Ἰούδᾳ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Ὁ μὲν γὰρ κατ' εὐδοκίαν τοῦ Θεοῦ Πατρὸς δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα παντὸς ἡμᾶς ἐξέληται κακοῦ· ὁ δὲ τὸν τῶν ὅλων σωτῆρα Χριστὸν καὶ λυτρωτὴν ταῖς τῶν φονώντων χερσὶ παραδοὺς, τὴν τῷ διαβόλῳ πρεπωδεστάτην κληρονομήσει δίκην. Ἐγένετο δὲ καὶ φιλονεικεία ἐν αὐτοῖς, τὸ, τίς αὐτῶν δοκεῖ εἶναι μείζων. (A f. 283, B f. 198, D f. 73 b) Οἱ μέντοι μαθηταὶ ἀνθρώπινόν τι παθόντες, πεφιλονεικήκασι πρὸς ἀλλήλους, τίς ἄρα μείζων ἔσται ἐν αὐτοῖς, οὐκ ἀνεχομένων τάχα που τῶν τὴν δευτέραν ἐχόντων τάξιν τοῖς πρωτεύουσι παραχωρεῖν. Κεκίνηται δὲ τοῦτο καὶ γέγραπται πρὸς ὄνησιν ἡμετέραν· ἐπετίμα γὰρ παραχρῆμα Χριστὸς τῇ τοιᾷδε νόσῳ· τοῦτο δὲ ἦν ἡ ἀνόητος φιλοδοξία, ῥίζαν ἔχουσα τὴν ὑπεροψίαν. Τὸ μὲν γὰρ ᾖρθαι κατ' ἀρετὴν, τοῦ παντὸς ἄξιον λόγου· δεῖ δὲ τοὺς οὕτω διακειμένους μετρίῳ κεχρῆσθαι φρονήματι, καὶ παραχωρεῖν ἐξ ἀγάπης ἀδελφοῖς τὸ ἐν μείζοσιν εἶναι δοκεῖν. Τὸ γὰρ πεφυσημένον ἔχειν τὸ φρόνημα, παραπλησίους ὁρᾶσθαι ποιεῖ τοῖς τῶν ἐθνῶν ἡγουμένοις, οἷς τὸ ὑπέρογκον φρόνημα φίλον ἀεί πώς ἐστιν· εὐεργέται γὰρ, φησὶ, καλοῦνται, τουτέστι, κολακεύονται παρὰ τῶν ὑποβεβηκότων. Ἀλλ' ἐκεῖνοι μὲν ὡς ἔξω νόμων ἱερῶν ἐν τοιαύταις ἔστωσαν ἀῤῥωστίαις· παρ' ὑμῖν δὲ οὐχ οὕτως, ἀλλ' ἔστω τὸ ὕψος ἐν ταπεινότητι.