Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.917.1
Not analysed yet
έστειλα ὑμᾶς χωρὶς βαλαντίου, καὶ πήρας, καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; Οἱ δὲ εἶπον· Οὔ.» Πέπομφε μὲν γὰρ ὁ Σωτὴρ τοὺς ἁγίους ἀποστόλους, κηρύσσειν αὐτοῖς ἐπιτάξας τοῖς ἀνὰ πᾶσαν κώμην τε καὶ πόλιν τὸ Εὐαγγέλιον τῆς βασιλείας τῶν οὐρανῶν, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ· ἐκέλευσε δὲ βαδίζοντας μηδενὸς τῶν σωματικῶν ποιεῖσθαι φροντίδα· ἐπ' αὐτῷ δὲ πᾶσαν ἔχοντας τοῦ ζῇν τὴν ἐλπίδα περινοστεῖν· ὃ δὴ καὶ πεπράχασιν. Ἀλλὰ νῦν, φησὶν, «Ὁ ἔχων βαλάντιον, ἀράτω καὶ πήραν ὁμοίως.» Καὶ τί δὴ τοῦτό ἐστιν, ἐροῦμεν· ἐσχηματίσθη μὲν ὁ λόγος ὡς πρὸς αὐτοὺς, βλέπει δὲ κατὰ τὸ ἀληθὲς εἰς τὸ παντὸς Ἰουδαίου πρόσωπον. Αὐτοῖς γὰρ μᾶλλον διαλέγεται Χριστός. Εἴ τις γὰρ, φησὶν, εὐπορεῖ χρημάτων κατὰ τὴν τῶν Ἰουδαίων χώραν, ἅπαντα συνενεγκὼν, φευγέτω· εἰ δέ τις τούτων μὲν οὐκ εὐπορεῖ, πενίᾳ δὲ συζῶν ἐσχάτῃ τὴν χώραν οἰκεῖ, καὶ οὗτος ὅπερ ἔχει, φησὶ, πωλησάτω ἄμφιον, καὶ ἀγορασάτω μάχαιραν. Ἔστι γὰρ λοιπὸν ἅπασι τοῖς τὴν χώραν οἰκοῦσιν ὁ λόγος οὐ περί γε τοῦ ἔχειν τι ἢ μὴ, ἀλλὰ περὶ αὐτοῦ τοῦ εἶναι καὶ ζῇν. Κατασκήψει γὰρ εἰς αὐτοὺς ὁ πόλεμος ἀφορήτοις ὁρμαῖς, ὡς οὐδὲν ἀρκέσαι πρὸς ἀντίστασιν. Εἶτα τὴν αἰτίαν τῶν τοιούτων κακῶν ἀπαγγέλλει, λέγων, ὅτι δεῖ μὲν αὐτὸν, κατὰ τὰς Γραφὰς, μετὰ τῶν ἀνόμων λογισθῆναι, συγκρεμάμενον δηλονότι τοῖς συσταυρωθεῖσιν αὐτῷ λῃσταῖς, καὶ τὴν τοῖς ἀνόμοις πρέπουσαν ὑπομείναντα δίκην· τέλος δὲ λοιπὸν τῷ μέχρι τούτων ἐλθεῖν ὁ τῆς οἰκονομίας λήψεται λόγος. «Τέλος γὰρ, φησὶν, ἔχει τὰ περὶ ἐμοῦ,» ἤτοι γεγραμμένα ἐν νόμῳ καὶ προφήταις, μέχρι δηλονότι τοῦ παθεῖν τὸν κατὰ σάρκα θάνατον· συμβήσεται δὲ τοῖς ἀπεκτονόσιν, ἃ καὶ πάλαι προείρηται διὰ τῶν ἁγίων προφητῶν. Οἱ δὲ εἶπον· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. (A f. 286, B f. 200 b) Ταυτὶ μὲν ὁ Κύριος περὶ τῶν συμβησομένων τῇ Ἰουδαίων χώρᾳ προκαταμεμήνυκεν. Οἱ δέ γε μαθηταὶ οὐ συνῆκαν τῶν εἰρημένων τὸ βάθος· ᾠήθησαν δὲ μᾶλλον, ὅτι διὰ τὴν συμβησομένην ἔφοδον αὐτῷ παρὰ τοῦ προδότου καὶ τῶν συλληψομένων αὐτὸν, μαχαιρῶν εἶναι χρείαν διεβεβαιώσατο· ταύτῃτοί φασιν· «Ἰδοὺ μάχαιραι ὧδε δύο.» Καὶ τί πρὸς αὐτοὺς ὁ Σωτήρ; «Ἱκανόν ἐστι·» μονονουχὶ διαγελᾷ τὴν φωνήν· εὖ εἰδὼς ὅτι τῶν εἰρημένων τὴν δύναμιν οὐ συνιέντες οἱ μαθηταὶ ᾠήθησαν, ὡς ἔφην, μαχαιρῶν εἶναι χρείαν εἰς τὴν ἐσομένην ἔφοδον κατ' αὐτοῦ. Πρὸς ἐκεῖνα τοίνυν ὁρῶν ὁ Σωτὴρ, ἃ συμβήσεσθαι ἔμελλον τοῖς Ἰουδαίοις, τῆς εἰς αὐτὸν ἕνεκα δυσσεβείας, διαγελᾷ τὸ ὑπὸ τῶν μαθητῶν εἰρημένον, ὅτι «Ἰδοὺ ὧδέ εἰσι μάχαιραι δύο·» καί φησιν· «Ἱκανόν ἐστι.» Ναὶ, φησὶν, ἀρκέσουσι δύο ξίφη πρὸς ἀντίστασιν τοῦ πολέμου τοῦ μέλλοντος ἥξειν κατ' αὐτῶν, πρὸς ὃν οὐδὲν ἃν ὠφέλησαν οὐδὲ πολλαὶ ξιφῶν χιλιάδες. Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὅρος τῶν Ἐλαιῶν. (A f. 287 b) Ἐν ἡμέρᾳ μὲν ὁ Σωτὴρ τὰς ἐν Ἱεροσολύμοις ἐποιεῖτο διατριβὰς, ἐπιλαβούσης δὲ τῆς ἑσπέρας, ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ὁμοῦ τοῖς ἁγίοις ηὐλίζετο μαθηταῖς, εἰς χωρίον λεγόμενον Γεθσημανῆ.