Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.916
Not analysed yet
τῶν προκειμένων ἀναγνωσμάτων· διδάσκει γὰρ ὅτι μέτρια φρονεῖν ἡμᾶς ἀναγκαῖον, οὐδὲν μὲν ὄντας τό γε ἦκον εἰς τὴν ἀνθρώπου φύσιν, καὶ εἰς τὸ τῆς ἡμετέρας διανοίας εὐόλισθον, στηριζομένους δὲ καὶ ὄντας ὅπερ ἐσμὲν, δι' αὐτόν τε καὶ παρ' αὐτοῦ. Οὔκουν ἐφ' ἑαυτοῖς μᾶλλον, ἀλλ' ἐπὶ τοῖς παρ' αὐτοῦ χαρίσμασι σεμνύνεσθαι δεῖ. Κἂν εἴ τις οὕτως διατεθῇ, ποῖον εὑρήσει τόπον ἐν αὐτῷ τὸ ὑπερκεῖσθαί τινων ἐθέλειν; Ταύτῃτοι τοὺς μὲν ἑτέρους ἀφίησι μαθητὰς, ἐπ' αὐτὸν δὲ τὸν κορυφαῖον ἔρχεται· καί φησιν ὅτι «Πολλάκις ἠθέλησεν ὁ Σατανᾶς σινιάσαι καὶ ὑμᾶς ὡς τὸν σῖτον,» ἀντὶ τοῦ δοκιμάσαι καὶ πειράσαι· ἔθος γὰρ τῷ Σατανᾷ, τοῖς εὐδοκιμοῦσιν ἐπιπηδᾷν· οὕτως ἐζήτησε τὸν Ἰὼβ, ἀλλ' ἡττᾶτο τῆς ἐκείνου τληπαθείας. Πλὴν πλεονεκτεῖ τὴν ἀνθρώπου φύσιν, ἀσθενὴς γὰρ αὕτη, δεινὸς δὲ καὶ ἀπηνὴς ἐκεῖνος· ὡς γάρ φησι περὶ αὐτοῦ τὸ Γράμμα τὸ ἱερὸν, ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. Πλὴν τοῖς τῶν ἁγίων ὑπενήνεκται ποσὶ, Χριστοῦ καὶ τοῦτο κατωρθωκότος. Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ. (A f. 284, D f. 74) Ἰδοὺ δὴ πάλιν ἡμῖν συμπλάττεται, καὶ ἐκ τῶν τῆς ἀνθρωπότητος διαλέγεται μέτρων, καίτοι Θεὸς ὢν φύσει, καὶ εἰ γέγονε σάρξ· δεηθῆναι γάρ φησιν ὡς ἄνθρωπος. Ἐμφαίνει δὲ διὰ τούτων, ὡς εἴπερ ἐξεδόθη πρὸς πεῖραν τῷ Σατανᾷ, ἄπιστος ἂν ἐγένετο παντελῶς· ὅπου γε καὶ μὴ ἐκδοθεὶς, ἠσθένησεν· ἠρνήσατο γὰρ παιδίσκης μιᾶς θορυβούσης αὐτὸν ἐν τῇ αὐλῇ τοῦ ἀρχιερέως. Ὁ μέντοι Κύριος, τὴν τοῦ μαθητοῦ ἄρνησιν αἰνιξάμενος ἐν οἷς ἔφη, «Ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου,» εἰσφέρει παραχρῆμα τὸν τῆς παρακλήσεως λόγον, καί φησι· «Καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου·» τουτέστι, γενοῦ στήριγμα καὶ διδάσκαλος τῶν διὰ πίστεως προσιόντων ἐμοί. Καὶ θαύμασον πάλιν τοῦ λόγου τὸ εὐτεχνὲς, καὶ τὸ ὑπερβάλλον τῆς θείας γαληνότητος· ἵνα γὰρ μὴ εἰς ἀπόγνωσιν ἀγάγῃ τὸν μαθητὴν, ὅτι τῶν τῆς ἀποστολῆς αὐχημάτων ἀποπεμφθήσεται ἀρνησάμενος αὐτὸν, ἀναπίμπλησιν ἀγαθῆς ἐλπίδος, καὶ ὅτι τεύξεται τῶν ἐπηγγελμένων ἀγαθῶν. Ἔφη γὰρ, ὅτι «Καὶ σὺ ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου.» Ὢ τῆς ἀφάτου φιλανθρωπίας. Οὔπω γέγονεν ἡ ἁμαρτία, καὶ τὴν ἄφεσιν ἐκομίσατο, καὶ πάλιν αὐτὸν ἐν τοῖς ἀποστολικοῖς κατέταξεν ἀξιώμασιν. Πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με. (A f. 285 b). Ἐκδέξῃ δὲ τὰ προκείμενα καὶ ὧδε· προκαταμεμήνυκε τῷ θαυμασίῳ Πέτρῳ, ὅτι τρὶς αὐτὸν ἀρνήσεται, κατὰ τὸν τῆς συλλήψεως δηλονότι καιρόν. Ἐπειδὴ δὲ ἅπαξ μνήμη γέγονε τῆς συλλήψεως αὐτοῦ, ἀκολουθεῖ δὲ πάντως τῇ τοιᾷδε μνήμῃ καὶ τὰ ἐφεξῆς γεγονότα, τὰ ἐπὶ τῷ σταυρῷ φημι πάθη. Λοιπὸν τὸν ἐπισκήψαντα τοῖς Ἰουδαίοις προαπαγγέλλει πόλεμον. Διὰ τοῦτό φησιν· «Ὅτε ἀπ-