Ancient Greek · ~11 min
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.928
Not analysed yet
σταυροῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως· αὔτη δέ ἐστι καὶ ἡ δοθεῖσα ἐξουσία τῷ σκότει. Σκότος δὲ ὀνομάζει τὸν Σατανᾶν τοῖς Ἰουδαίοις ὁμοῦ κατεξαναστῆναι Χριστοῦ· ἵν' ὁ μὲν σώσῃ διὰ τοῦ παθεῖν τὴν ὑπ' οὐρανὸν, καὶ ἀναβιῴη τριήμερος, τὸ τοῦ θανάτου πατήσας κράτος, οἱ δὲ δίκην αἰώνιον τίσωσιν ὁμοῦ τῷ προδότῃ. —(A f. 294 b) Οὐ τὸ βράδος οὖν αἰτιᾶται τὸ πρὸς μιαιφονίαν, ἀλλὰ δείκνυσιν ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἔργον ἡ σύλληψις, ἀλλὰ τῆς αὐτοῦ βουλήσεως, τὸ ἀβούλητον πάθος οἰκονομικῶς ποιησαμένου θελητὸν, καὶ τοῦτο καιρῷ τῷ προσήκοντι παραδεξαμένου. Οὐ γὰρ δὴ αἰτιᾶται αὐτοὺς, ὅτι μὴ πρόωρον αὐτῷ τὸ πάθος ἐπήγαγον, ἀλλὰ μᾶλλον ἐλέγχει αὐτοὺς ὡς οἰηθέντας ἀσυνέτως, ἄκοντος αὐτοῦ περιέσθαι. Τότε μὲν οὖν οὐκ ἐκρατήσατέ μου, φησὶν, οὐ γὰρ ἐβουλόμην· οὐκ ἃν δὲ οὐδὲ εἰς τὸ παρὸν ἰσχύσατε, εἰ μὴ ταῖς ὑμετέραις χερσὶν ἐθελοντὴς ὑπενήνεγμαι. Ὥστε οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ θανάτῳ περιβαλεῖν τὸν Κύριον· ἀλλὰ τοῖς μὲν ἐκείνων ἀνοσίοις τολμήμασιν ἐπιγράψοι τις ἂν τὸ ἐγχείρημα· τῷ δὲ Σωτῆρι Χριστῷ, τὸ ὑπὲρ πάντων ἐθελῆσαι παθεῖν· ἵνα πάντας ἐξέληται, καὶ ἀγοράσας αἵματι τῷ ἰδίῳ, παραστήσει τῷ Θεῷ καὶ Πατρί. Ὁ δὲ ἠρνήσατο αὐτὸν, λέγων· Γύναι, οὐκ οἶδα αὐτόν. (A f. 295, C f. 155) Ἠσθένησε κατὰ τὴν πρόῤῥησιν τοῦ Χριστοῦ ὁ μακάριος Πέτρος, καὶ ἠρνήσατο τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, καὶ οὐχ ἅπαξ, ἀλλὰ τρὶς, καὶ ἐνώμοτον ἐποιήσατο τὴν ἄρνησιν· ἔφη γὰρ ὁ Ματθαῖος, ὅτι «Ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον.» Τινὲς μὲν οὖν φασιν ὀμωμοκέναι τὸν μαθητὴν, Οὐκ οἶδα ἄνθρωπον γεγονότα τὸν Ἰησοῦν· τοῦτο δὲ ἄπιστον. Πῶς γὰρ αὐτὸν οὐκ ἠρνήσατο, τῆς μετὰ σαρκὸς οἰκονομίας ἀνατρέπων τὸ μυστήριον; ᾔδει γὰρ καθ' ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον, τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· καὶ γοῦν ὡμολόγησεν ἐναργῶς, ὅτι «Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.» Καὶ οὐχ ὡς ἕνα τῶν καθ' ἡμᾶς υἱὸν αὐτὸν εἶναι Θεοῦ διαβεβαιούμενος τὰ τοιάδε φησὶν, ἀλλὰ καίτοι τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐμβεβηκότα θεωρῶν τὸν ἐπέκεινα παντὸς γενητοῦ, καὶ ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀναλάμψαντα Λόγον, οὐκ ἀπέσται τοῦ εἰδέναι καὶ ὁμολογεῖν ὡς ἔστιν αὐτὸς Υἱὸς Θεοῦ τοῦ ζῶντος. Καὶ οὐ δήπου φαμὲν ὅτι γέγονεν ἄρνησις, ἵνα μὴ ψεύσηται Χριστὸς, ἀλλ' ὅτι τὸ ἐσόμενον οὐκ ἠγνοηκὼς, ἀπήγγειλε τῷ μαθητῇ, Ὅτι γὰρ ἀνθρωπίνης μικροψυχίας, ὡς ἔφην, γέγονε τὸ κακὸν, καὶ τοῖς τοῦ συνειδότος ἐλέγχοις ὁ μαθητὴς κατεκρίνετο, διδάξει ἂν εὐθὺς καὶ αὐτὸς ὁ θρῆνος, καὶ τὸ ἐπὶ τῇ μεταγνώσει δάκρυον· «Ἐξελθὼν γὰρ ἔξω, φησὶν, ἔκλαυσε πικρῶς,» προσεσχηκότος αὐτῷ τοῦ Χριστοῦ, καὶ τοῦ πρὸς αὐτὸν γεγονότος λόγου καλέσαντος εἰς ἀνάμνησιν. Ἐπιστρέψας δὲ οὐ διήμαρτε τοῦ σκοποῦ· μεμένηκε γὰρ ὅπερ ἦν, γνήσιος μαθητὴς, πεπλουτηκὼς τῆς ἀφέσεως τοῦ πλημμελήματος.