Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.929
Not analysed yet
Ἐνέπαιζον αὐτῷ, δέροντες. (B f. 206, C f. 155) Πρέποι ἂν εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο· «Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλέον σφόδρα, λέγει Κύριος.» Ὁ γῆς τε καὶ οὐρανοῦ Κύριος, ὁ τῶν ὅλων Δημιουργὸς καὶ Τεχνίτης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὡς εἷς ἐξ ἡμῶν ἀτιμάζεται. —(A f. 295 b, C f. 155) Βαβαί. Ὁ γῆς καὶ οὐρανοῦ Κύριος ὡς εἷς ἐξ ἡμῶν διακαρτερεῖ τυπτόμενος, καὶ τὸν ἐκ τῶν ἀσεβῶν ὑπομένει γέλωτα, τύπον ἡμῖν τῆς εἰς ἄκρον ἀνεξικακίας παρατιθείς· ὁ γὰρ ἐτάζων καρδίας, πῶς ἂν ἠγνόησε τίς ἐστιν ὁ παίσας αὐτόν; Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, κ. τ. λ. (A f. 295 b, B f. 206, C f. 155, D f. 76 b) Ἐπειδὴ ἀνισχούσης ἡμέρας, τὸ δυσσεβὲς αὐτῶν συναγήγερτο βουλευτήριον, παρεκομίζετο μὲν εἰς μέσον ἀθέσμως ἐξυβριζόμενος ὁ Μωϋσέως καὶ προφητῶν Δεσπότης· διεπυνθάνετο δὲ ὁ ὑβριστὴς Ἰουδαῖος, εἰ αὐτός ἐστιν ὁ Χριστός; Ἀλλ' εἴποι τις ἂν πρὸς αὐτούς· Εἰ μὲν ἀγνοῶν ἐρωτᾷς, πῶς οὐκ ἔδει πρὶν ἂν μάθῃς τὸ ἀληθὲς, κατὰ μηδένα λυπῆσαι τρόπον, μὴ ἄρα πως Θεῷ προσκρούσειας; Εἰ δὲ ὑποπλάττῃ τὴν ἄγνοιαν, εὖ εἰδὼς αὐτὸν ὄντα Χριστὸν, ἀκούσῃ λέγοντος ἱεροῦ Γράμματος· «Θεὸς οὐ μυκτηρίζεται.» Διὸ καὶ ὁ Χριστὸς πρὸς αὐτούς· «Ἐὰν ὑμῖν εἴπω,» καὶ τὰ ἑξῆς· ποῦ γὰρ ἀκούσαντες ἐπιστεύσατε; ποῦ δὲ ἐρωτώμενοι σεσιγήκατε; Τί δὲ, εἰπέ μοι, πολυπραγμονεῖς, καὶ παρ' αὐτοῦ μανθάνειν ἀξιοῖς, εἰ αὐτός ἐστιν ὁ Χριστὸς, καίτοι μετὸν εὐκόλως ἀπό τε νόμου καὶ προφητῶν τὴν ἐπ' αὐτῷ γνῶσιν ἑλεῖν; Ἀλλ' ἄπιστοι ὁμολογουμένως καὶ ἀσύνετοι παντελῶς, ὁμοῦ τοῖς ὑπὸ χεῖρα λαοῖς, οἱ τῶν Ἰουδαίων καθηγηταί. Ἐρομένοις τοίνυν εἴπερ ἐστὶν ἀληθῶς αὐτὸς ὁ Χριστὸς, καὶ αὐτὸ δὴ τοῦτο μαθεῖν ἐθέλουσιν· «Ἐὰν εἴπω, φησὶν, οὐ μὴ πιστεύσητε· καὶ ἐὰν ἐρωτήσω ὑμᾶς, οὐ μὴ ἀποκριθῆτε.» Ποῦ τοιγαροῦν ἀκούοντες οὐ πεπιστεύκασι; Ποῦ δὲ σεσιγήκασιν ἐρωτώμενοι; Ἀνελθὼν Χριστὸς εἰς Ἱεροσόλυμα, εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας πρόβατα, καὶ βόας, καὶ περιστερὰς, καὶ τοὺς κερματιστὰς καθημένους· καὶ ποιήσας, φησὶν, ὡς φραγέλλιον ἐκ σχοινίων, ἐξέβαλε πάντας ἐκ τοῦ ἱεροῦ, λέγων· «Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου.» Ἐπειδὴ τοίνυν ὠνόμαζε Πατέρα τὸν Θεὸν, πρὸς τοῦτο ἀσχάλλοντες οἱ τὰς ἐν τῷ ναῷ τελοῦντες θυσίας, ἐπεπήδων λέγοντες· «Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;» Καὶ πρός γε ταῦτα Χριστός· «Τὸ βάπτισμα Ἰωάννου, πόθεν ἧν;» Οἱ δὲ εἶπον· «Οὐκ οἴδαμεν.» Ἤρετο δὲ καὶ ἑτέρωθί που, λέγων· «Τί δοκεῖ ὑμῖν περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν· Οἱ δὲ εἶπον· Τοῦ Δαβίδ. Εἶτα πρὸς αὐτοὺς ὁ Κύριος ἔφη· Πῶς οὖν Δαβὶδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ;» Καὶ πρὸς τοῦτο πάλιν σεσιγήκασι. Καὶ ἑτέρωθι πάλιν εὑρήσεις πολυπραγμονῶν τὰ παραπλήσια ἐν τοῖς θείοις Εὐαγγελίοις. Διὰ τοῦτο οὐδὲν αὐτοῖς ὑποκρίνεται, ἐλέγχει δὲ ἀπίστους ὄντας