Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.941
Not analysed yet
τί τὸ ἐντεῦθεν; τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα, καὶ τῆς εἰς τοῦτο γενομένης σπουδῆς ἠξιώθησαν ἰδεῖν ἁγίους ἀγγέλους· καὶ δὴ καὶ γεγόνασιν αὐταῖς εὐαγγελισταὶ, καὶ τῆς ἀναστάσεως κήρυκες, «Τί ζητεῖτε, φάσκοντες, τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλ' ἠγέρθη.» Ζῇ μὲν γὰρ ἀεὶ, καὶ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος· καθεὶς δὲ ἑαυτὸν εἰς κένωσιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ἐγεύσατο θανάτου. Ἀλλ' ἦν τοῦτο τοῦ θανάτου θάνατος. Ἐγήγερται τοίνυν ἐκ νεκρῶν, ὁδὸς τῆς εἰς ἀφθαρσίαν ἀναδρομῆς, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ' ἡμῖν, γενόμενος· καὶ μηδεὶς ζητείτω τὸν ἀεὶ ζῶντα μετὰ νεκρῶν· οὐκ ἔστι γὰρ ὧδε, τουτέστιν ἐν θανάτῳ καὶ μνήματι. Ποῦ δὲ μᾶλλον; Ἐν οὐρανῷ δηλονότι καὶ ἐν δόξῃ θεοπρεπεῖ. Ἵνα δὲ βεβαιοτέραν αὐταῖς τὴν ἐπὶ τούτοις ἐνιδρύσειαν πίστιν, εἰς μνήμην ἀναφέρουσιν, ὡς ἔφη Χριστὸς, ὅτι χρὴ πάντως αὐτὸν εἰς χεῖρας ἁμαρτωλῶν δοθῆναι καὶ παθεῖν, καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ. —(A f. 312) Ἄγγελοι μέν τοι καὶ τοῖς ποιμέσιν ἐν Βηθλεὲμ τὸν τόκον εὐηγγελίζοντο, καὶ νῦν τὴν ἀνάστασιν. Καὶ λελειτούργηκεν οὐρανὸς τοῖς περὶ αὐτοῦ κηρύγμασι, καὶ περιέπουσι τὸν Υἱὸν ὡς Θεὸν, καὶ ὅτε γέγονε σὰρξ, αἱ τῶν ἄνω πνευμάτων στρατιαί. Καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς. (A f. 312) Μυσταγωγηθεῖσαι διὰ φωνῆς ἀγγέλων αἱ γυναῖκες, ἀπαγγέλλουσι ταῦτα δρόμῳ τοῖς μαθηταῖς. Ἔδει γὰρ γυναιξὶ τὴν οὕτω λαμπρὰν δοθῆναι χάριν· ἡ γὰρ πάλαι γεγενημένη τοῦ θανάτου διάκονος, ἀπαλλάττεται τῆς αἰτίας, διακονοῦσα φωναῖς ἁγίων ἀγγέλων, καὶ τὸ σεπτὸν τῆς ἀναστάσεως μυστήριον καὶ πρώτη μαθοῦσα καὶ ἀπαγγέλλουσα. Κεκέρδαγκε [ita cod.] τοίνυν τὸ θῆλυ γένος, καὶ λύσιν ὀνειδισμοῦ καὶ κατάρας ἀνατροπήν. Ὁ γὰρ εἰπὼν πάλαι πρὸς αὐτάς· «Ἐν λύπαις τέξῃ τέκνα,» παῦλαν αὐταῖς δέδωκε τοῦ κακοῦ, συναντήσας αὐταῖς ἐν τῷ κήπῳ, ὥς φησιν ἕτερος εὐαγγελιστὴς, καὶ εἰπών· «Χαίρετε.» Πλὴν τοῖς ἁγίοις ἀποστόλοις ὁ περὶ τῆς ἀναστάσεως λόγος ἔδοξεν εἶναι λῆρός τις. ἁπλῶς καὶ πρᾶγμα κατεψευσμένον, διά τοι τὸ μηδὲ αὐτοὺς εἰδέναι τὴν θεόπνευστον Γραφήν. Ἠπίστησαν γοῦν, καὶ τὸ ἀπαγγελθὲν ἔσκωψαν καὶ διέπτυσαν. (D f. 81 b) Πῶς παρὰ μὲν τῷ Ἰωάννῃ τῆς Μαρίας ἀκούσαντες οἱ μαθηταὶ δρομαῖοι ἐλθόντες ἐπὶ τὸ μνημεῖον ἐπίστευσαν; καὶ τοῦτο αὐτοῖς μαρτυρεῖ ἡ Γραφὴ λέγουσα· «Ὅτε οὖν εἰσῆλθον, ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσε.» Παρὰ δὲ τῷ Λουκᾷ εἴρηται· «Καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς (ἦν δὲ ἡ Μαγδαληνὴ Μαρία, καὶ Ἰωάννα, καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα), καὶ ἠπίστουν αὐταῖς. Ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην. (D f. 82) Δύο τῶν μαθητῶν βαδίζοντες εἰς κώ-